Luk 19:1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
Luk 19:2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος·
Luk 19:3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
Luk 19:4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι᾽ ἐκείνης ἤμελλεν διέρχεσθαι
Luk 19:5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
Luk 19:6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
Luk 19:7 καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
Luk 19:8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
Luk 19:9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
Luk 19:10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
Luk 19:11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι
Luk 19:12 εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
Luk 19:13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἕως ἔρχομαι
Luk 19:14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ ἡμᾶς
Luk 19:15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο.
Luk 19:16 παρεγένετο δὲ ὁ πρῶτος λέγων Κύριε ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς
Luk 19:17 καὶ εἶπεν αὐτῷ Εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
Luk 19:18 καὶ ἦλθεν ὁ δεύτερος λέγων κύριε Ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς
Luk 19:19 εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων
Luk 19:20 καὶ ἕτερος ἦλθεν λέγων Κύριε ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
Luk 19:21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας
Luk 19:22 λέγει δὲ αὐτῷ Ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα
Luk 19:23 καὶ διὰ τί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ
Luk 19:24 καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
Luk 19:25 καὶ εἶπον αὐτῷ Κύριε ἔχει δέκα μνᾶς
Luk 19:26 λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Luk 19:27 πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου
Luk 19:28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
Luk 19:29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ,
Luk 19:30 εἰπὼν, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε
Luk 19:31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διὰ τί λύετε οὕτως ἐρεῖτε· αὐτῷ, ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει
Luk 19:32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς
Luk 19:33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον
Luk 19:34 οἱ δὲ εἶπον Ὁ κύριος αὐτοῦ χρείαν ἔχει
Luk 19:35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
Luk 19:36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ
Luk 19:37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
Luk 19:38 λέγοντες Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις
Luk 19:39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου
Luk 19:40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
Luk 19:41 Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ αὐτή,
Luk 19:42 λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην· σου νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου·
Luk 19:43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
Luk 19:44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ· ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
Luk 19:45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας,
Luk 19:46 λέγων αὐτοῖς Γέγραπται ὁ οἶκός μου οἶκος προσευχῆς ἐστὶν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
Luk 19:47 Καὶ ἦν διδάσκων τὸ καθ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
Luk 19:48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων

Previous
List