Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 8:1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ
Luk 8:2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν Μαρία ἡ καλουμένη Μαγδαληνή ἀφ ἡς δαιμόνια ἑπτὰ ἐξεληλύθει
Luk 8:3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς
Luk 8:4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
Luk 8:5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό
Luk 8:6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα
Luk 8:7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό
Luk 8:8 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα ταῦτα λέγων ἐφώνει Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
Luk 8:9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, τίς εἴη ἡ παραβολή αὕτη
Luk 8:10 ὁ δὲ εἶπεν Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν
Luk 8:11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ
Luk 8:12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν ἵνα μὴ πιστεύσαντες σωθῶσιν
Luk 8:13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται
Luk 8:14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν οὗτοί εἰσιν οἱ ἀκούσαντες καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν
Luk 8:15 τὸ δὲ ἐν τῇ καλῇ γῇ οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ
Luk 8:16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς
Luk 8:17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ
Luk 8:18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἂν ἔχῃ δοθήσεται αὐτῷ καὶ ὃς ἂν μὴ ἔχῃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ αὐτοῦ
Luk 8:19 Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον
Luk 8:20 καὶ ἀπηγγέλη αὐτῷ λέγοντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντές
Luk 8:21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτὸν.
Luk 8:22 καὶ Ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης Καὶ ἀνήχθησαν
Luk 8:23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον
Luk 8:24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες Ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα ὁ δὲ ἐγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη
Luk 8:25 εἶπεν δὲ αὐτοῖς Ποῦ ἐστιν ἡ πίστις ὑμῶν φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ
Luk 8:26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας
Luk 8:27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως ὅς εἶχέν δαιμόνια ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ ἐν τοῖς μνήμασιν
Luk 8:28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου δέομαί σου μή με βασανίσῃς
Luk 8:29 Παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους
Luk 8:30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων, Τί σοι ἐστιν ὄνομά ὁ δὲ εἶπεν Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν
Luk 8:31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν
Luk 8:32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς
Luk 8:33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθεν εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη
Luk 8:34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς
Luk 8:35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐφοβήθησαν
Luk 8:36 ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς
Luk 8:37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ αὐτῶν ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν
Luk 8:38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων
Luk 8:39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησεν σοι ὁ θεός καὶ ἀπῆλθεν καθ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς
Luk 8:40 Ἐγένετο δὲ Ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν
Luk 8:41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ
Luk 8:42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν
Luk 8:43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα ἥτις εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι
Luk 8:44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς
Luk 8:45 καὶ εἶπεν ὁ Ἰησοῦς Τίς ὁ ἁψάμενός μου ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;
Luk 8:46 ὁ δὲ Ἰησοῦς εἶπεν Ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ ἐμοῦ
Luk 8:47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ, ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα
Luk 8:48 ὁ δὲ εἶπεν αὐτῇ Θάρσει, θύγατερ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην
Luk 8:49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον
Luk 8:50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων, Μὴ φοβοῦ μόνον πίστευε, καὶ σωθήσεται
Luk 8:51 εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα
Luk 8:52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν ὁ δὲ εἶπεν Μὴ κλαίετε οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
Luk 8:53 καὶ κατεγέλων αὐτοῦ εἰδότες ὅτι ἀπέθανεν
Luk 8:54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων Ἡ παῖς ἔγειρου.
Luk 8:55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς καὶ ἀνέστη παραχρῆμα καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν
Luk 8:56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός

List of Articles
번호 분류 제목
260 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
259 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
258 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
257 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
256 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
255 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
254 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
253 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
252 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
251 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
250 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
249 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
248 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
247 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
246 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
245 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
244 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
243 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
242 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
241 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
240 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
239 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
238 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
237 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
236 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
235 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
234 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
233 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
232 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
231 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
230 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
229 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
228 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
227 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
226 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
225 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
224 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
223 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
222 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
221 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
220 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
219 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
218 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
217 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
216 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
215 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
214 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
213 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
212 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
211 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
210 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
208 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
207 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
206 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
205 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
204 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
203 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
202 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
201 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
200 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
199 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
198 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
197 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
196 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
195 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소