Luk 17:1 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι οὗ ἔρχεται·
Luk 17:2 λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων
Luk 17:3 προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
Luk 17:4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων Μετανοῶ ἀφήσεις αὐτῷ
Luk 17:5 Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ Πρόσθες ἡμῖν πίστιν
Luk 17:6 εἶπεν δὲ ὁ κύριος Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν
Luk 17:7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ Εὐθέως παρελθὼν ἀνάπεσαι·
Luk 17:8 ἀλλ οὐχὶ ἐρεῖ αὐτῷ Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
Luk 17:9 μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ; οὐ δοκῶ.
Luk 17:10 οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
Luk 17:11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας
Luk 17:12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν
Luk 17:13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς
Luk 17:14 καὶ ἰδὼν εἶπεν αὐτοῖς Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
Luk 17:15 εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν
Luk 17:16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
Luk 17:17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
Luk 17:18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος
Luk 17:19 καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε
Luk 17:20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως
Luk 17:21 οὐδὲ ἐροῦσιν Ἰδοὺ ὧδε ἤ ἰδοὺ Ἐκεῖ Ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν
Luk 17:22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
Luk 17:23 καὶ ἐροῦσιν ὑμῖν Ἰδοὺ ὧδε· ἤ Ἰδοὺ ἐκεῖ μὴ ἀπέλθητε μηδὲ διώξητε
Luk 17:24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
Luk 17:25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
Luk 17:26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Luk 17:27 ἤσθιον ἔπινον ἐγάμουν ἐξεγαμίζοντο ἄχρι ἡς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας.
Luk 17:28 ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν·
Luk 17:29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας·
Luk 17:30 κατὰ ταὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται
Luk 17:31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
Luk 17:32 μνημονεύετε τῆς γυναικὸς Λώτ
Luk 17:33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν ζῳογονήσει αὐτήν·
Luk 17:34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται·
Luk 17:35 δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται
Luk 17:36
Luk 17:37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ

Previous
List