Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 6:1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Mar 6:2 καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες Πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόνται;
Mar 6:3 οὐχ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς Μαρίας ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
Mar 6:4 ἔλεγεν δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
Mar 6:5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
Mar 6:6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
Mar 6:7 καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
Mar 6:8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ πήραν μὴ ἄρτον μὴ εἰς τὴν ζώνην χαλκόν
Mar 6:9 ἀλλ᾽ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
Mar 6:10 καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
Mar 6:11 καὶ ὃσοι ἂν μὴ δέξωνταί ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς ἀμὴν λέγω ὑμῖν, ἀνεκτοτερον ἔσται Σοδόμοις ἤ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἤ τῇ πόλει ἐκείνη.
Mar 6:12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν
Mar 6:13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
Mar 6:14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
Mar 6:15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν· ἢ ὡς εἷς τῶν προφητῶν
Mar 6:16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν, ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
Mar 6:17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν·
Mar 6:18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
Mar 6:19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο·
Mar 6:20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν
Mar 6:21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
Mar 6:22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἄρεσασης, τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ Αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι·
Mar 6:23 καὶ ὤμοσεν αὐτῇ ὅτι, Ὅ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
Mar 6:24 ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσομαι; ἡ δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίστου.
Mar 6:25 καὶ εἰσελθοῦσα εὐθὲως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Mar 6:26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτήν· ἀθετῆσαι
Mar 6:27 καὶ εὐθὲως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
Mar 6:28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
Mar 6:29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν τῷ μνημείῳ
Mar 6:30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα καὶ ὅσα ἐποίησαν Καὶ ὅσα ἐδίδαξαν
Mar 6:31 καὶ εἶπεν αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν.
Mar 6:32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ ἰδίαν
Mar 6:33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς καὶ συνῆλθον πρὸς αὐτὸν.
Mar 6:34 καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
Mar 6:35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
Mar 6:36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
Mar 6:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους καὶ δώμεν αὐτοῖς φαγεῖν
Mar 6:38 ὁ δὲ λέγει αὐτοῖς Πόσους ἄρτους ἔχετε ὑπάγετε καὶ ἴδετε καὶ γνόντες λέγουσιν Πέντε καὶ δύο ἰχθύας
Mar 6:39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
Mar 6:40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα
Mar 6:41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
Mar 6:42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
Mar 6:43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων
Mar 6:44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες
Mar 6:45 Καὶ εὐθὲως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον
Mar 6:46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
Mar 6:47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
Mar 6:48 καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς
Mar 6:49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμά εἶναι, καὶ ἀνέκραξαν·
Mar 6:50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν καὶ εὐθὲως ἐλάλησεν μετ αὐτῶν καὶ λέγει αὐτοῖς Θαρσεῖτε ἐγώ εἰμι· μὴ φοβεῖσθε
Mar 6:51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο· καὶ ἐθαύμαζον.
Mar 6:52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη
Mar 6:53 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρέτ καὶ προσωρμίσθησαν
Mar 6:54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὲως ἐπιγνόντες αὐτὸν
Mar 6:55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστίν
Mar 6:56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ ἐσῴζοντο

List of Articles
번호 분류 제목
260 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
259 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
258 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
257 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
256 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
255 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
254 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
253 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
252 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
251 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
250 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
249 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
248 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
247 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
246 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
245 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
244 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
243 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
242 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
241 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
240 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
239 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
238 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
237 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
236 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
235 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
234 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
233 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
232 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
231 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
230 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
229 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
228 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
» Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
226 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
225 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
224 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
223 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
222 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
221 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
220 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
219 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
218 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
217 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
216 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
215 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
214 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
213 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
212 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
211 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
210 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
209 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
208 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
207 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
206 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
205 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
204 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
203 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
202 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
201 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
200 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
199 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
198 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
197 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
196 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
195 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소