Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 10:1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι
Luk 10:2 ἔλεγεν οὖν πρὸς αὐτούς Ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
Luk 10:3 ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
Luk 10:4 μὴ βαστάζετε βαλάντιον, μὴ πήραν μηδὲ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
Luk 10:5 εἰς ἣν δ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ
Luk 10:6 καὶ ἐὰν μέν ᾖ ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαύσεται ἐπ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ ὑμᾶς ἀνακάμψει
Luk 10:7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστίν μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
Luk 10:8 καὶ εἰς ἣν δ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
Luk 10:9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
Luk 10:10 εἰς ἣν δ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
Luk 10:11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
Luk 10:12 λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ
Luk 10:13 Οὐαί σοι Χωραζίν οὐαί σοι Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενοντο, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν
Luk 10:14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν
Luk 10:15 καὶ σύ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.
Luk 10:16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με
Luk 10:17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου
Luk 10:18 εἶπεν δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
Luk 10:19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ
Luk 10:20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς
Luk 10:21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν Ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί ὁ πατήρ ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου
Luk 10:22 καὶ στραφείς πρός τούς μαθητάς εἶπεν Πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι
Luk 10:23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ ἰδίαν εἶπεν Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε
Luk 10:24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
Luk 10:25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν Καὶ λέγων Διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Luk 10:26 ὁ δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
Luk 10:27 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν
Luk 10:28 εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ
Luk 10:29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον
Luk 10:30 ὑπολαβὼν δέ ὁ Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
Luk 10:31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·
Luk 10:32 ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν
Luk 10:33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ αὐτὸν καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη
Luk 10:34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
Luk 10:35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
Luk 10:36 τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
Luk 10:37 ὁ δὲ εἶπεν Ὁ ποιήσας τὸ ἔλεος μετ αὐτοῦ εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως
Luk 10:38 Ἐγένετο δὲ Ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς.
Luk 10:39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριά, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ
Luk 10:40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
Luk 10:41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα Μάρθα μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά
Luk 10:42 ἑνὸς δέ ἐστιν χρεία· Μαριά δέ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς

List of Articles
번호 분류 제목
260 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
259 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
258 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
257 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
256 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
255 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
254 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
253 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
252 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
251 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
250 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
249 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
248 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
247 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
246 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
245 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
244 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
243 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
242 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
241 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
240 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
239 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
238 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
237 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
236 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
235 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
234 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
233 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
232 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
231 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
230 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
229 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
228 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
227 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
226 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
225 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
224 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
223 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
222 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
221 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
220 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
219 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
218 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
217 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
216 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
215 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
214 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
213 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
212 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
211 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
210 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
209 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
208 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
206 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
205 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
204 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
203 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
202 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
201 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
200 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
199 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
198 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
197 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
196 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
195 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소