Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 7:1 Εἶπεν δὲ ὁ ἀρχιερεύς Εἰ ἄρα ταῦτα οὕτως ἔχει
Act 7:2 ὁ δὲ ἔφη Ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν
Act 7:3 καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω
Act 7:4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε
Act 7:5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός καὶ ἐπηγγείλατο αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ αὐτόν οὐκ ὄντος αὐτῷ τέκνου
Act 7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Act 7:7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ εἶπεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ
Act 7:8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας
Act 7:9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ αὐτοῦ
Act 7:10 καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ
Act 7:11 ἦλθεν δὲ λιμὸς ἐφ ὅλην τὴν γὴν Αἰγύπτου καὶ Χανάαν καὶ θλῖψις μεγάλη καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν
Act 7:12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτά ἕν Αἰγύπτῳ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
Act 7:13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ
Act 7:14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε·
Act 7:15 κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν
Act 7:16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὅ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὸρ τοῦ Συχέμ
Act 7:17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἡς ὡμοσεν ὁ θεὸς τῷ Ἀβραάμ ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ
Act 7:18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ
Act 7:19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι
Act 7:20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός αὐτοῦ.
Act 7:21 ᾽εκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτόν ἑαυτῇ εἰς υἱόν
Act 7:22 καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις
Act 7:23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ
Act 7:24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον
Act 7:25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς· σωτηρίαν οἱ δὲ οὐ συνῆκαν
Act 7:26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες ἀδελφοί ἐστε· ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους
Act 7:27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ ἡμᾶς;
Act 7:28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον
Act 7:29 ἔφυγεν δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ οὗ ἐγέννησεν υἱοὺς δύο
Act 7:30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου
Act 7:31 ὁ δὲ Μωσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου πρὸς αὐτὸν,
Act 7:32 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου ὁ θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι
Act 7:33 εἶπεν δὲ αὐτῷ ὁ κύριος Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν
Act 7:34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστέλω σε εἰς Αἴγυπτον
Act 7:35 Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν τοῦτον ὁ θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ
Act 7:36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτοῦ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα
Act 7:37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε.
Act 7:38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν
Act 7:39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον
Act 7:40 εἰπόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
Act 7:41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
Act 7:42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ οἶκος Ἰσραήλ
Act 7:43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος
Act 7:44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
Act 7:45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαβίδ·
Act 7:46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ
Act 7:47 Σολομῶν δὲ ὠκοδόμησεν αὐτῷ οἶκον
Act 7:48 ἀλλ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ καθὼς ὁ προφήτης λέγει
Act 7:49 Ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τῆς καταπαύσεώς μου
Act 7:50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα
Act 7:51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς
Act 7:52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
Act 7:53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε
Act 7:54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ αὐτόν
Act 7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ
Act 7:56 καὶ εἶπεν Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ
Act 7:57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ αὐτόν
Act 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου
Act 7:59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου
Act 7:60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ Κύριε μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην καὶ τοῦτο εἰπὼν ἐκοιμήθη

List of Articles
번호 분류 제목
128 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
127 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
126 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
125 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
124 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
123 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
122 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
121 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
120 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
119 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
118 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
117 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
116 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
115 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
114 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
113 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
112 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
111 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
110 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
109 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
108 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
107 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
106 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
105 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
104 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
103 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
102 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
101 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
100 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
99 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
98 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
97 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
» Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
95 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
94 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
93 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
92 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
91 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
90 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
89 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21
88 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20
87 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19
86 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18
85 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17
84 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16
83 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15
82 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14
81 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13
80 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12
79 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11
78 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10
77 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09
76 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08
75 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07
74 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06
73 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05
72 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04
71 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03
70 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02
69 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01
68 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24
67 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23
66 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
65 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
64 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
63 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소