Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 20:1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
Luk 20:2 καὶ Εἰπὸν πρὸς αὐτόν λέγοντες Εἰπε ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην
Luk 20:3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι·
Luk 20:4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων
Luk 20:5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Luk 20:6 ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι
Luk 20:7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
Luk 20:8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Luk 20:9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
Luk 20:10 καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν
Luk 20:11 καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
Luk 20:12 καὶ προσέθετο πέμψαι· τρίτον οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
Luk 20:13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται
Luk 20:14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρονομία
Luk 20:15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος
Luk 20:16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο
Luk 20:17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Luk 20:18 πᾶς ὁ πεσὼν ἐπ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ ὃν δ ἂν πέσῃ λικμήσει αὐτόν
Luk 20:19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν
Luk 20:20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
Luk 20:21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ ἐπ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
Luk 20:22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ
Luk 20:23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς τί μέ πειράζετε
Luk 20:24 ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν ἀποκριθέντες δὲ εἶπον, Καίσαρος
Luk 20:25 ὁ δὲ εἶπεν αὐτοῖς, ἀπόδοτε Τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Luk 20:26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν
Luk 20:27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν
Luk 20:28 λέγοντες Διδάσκαλε Μωσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Luk 20:29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
Luk 20:30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὑτὸς απέθανεν ἄτεκνος.
Luk 20:31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
Luk 20:32 ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνὴ
Luk 20:33 ἐν τῇ οὖν ἀναστάσει τίνος αὐτῶν γίνεται γυνὴ οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
Luk 20:34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται,
Luk 20:35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται
Luk 20:36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν τοῦ θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες
Luk 20:37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τόν θεὸν Ἰακώβ
Luk 20:38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν
Luk 20:39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε καλῶς εἶπας
Luk 20:40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
Luk 20:41 Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν υἱόν Δαβὶδ εἶναι
Luk 20:42 καὶ αὐτὸς Δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
Luk 20:43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Luk 20:44 Δαβὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς υἱός αὐτοῦ ἐστιν
Luk 20:45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Luk 20:46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
Luk 20:47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα

List of Articles
번호 분류 제목
128 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
127 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
126 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
125 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
124 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
123 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
122 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
121 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
120 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
119 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
118 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
117 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
116 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
115 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
114 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
113 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
112 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
111 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
110 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
109 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
108 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
107 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
106 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
105 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
104 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
103 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
102 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
101 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
100 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
99 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
98 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
97 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
96 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
95 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
94 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
93 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
92 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
91 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
90 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
89 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21
88 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20
87 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19
86 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18
85 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17
84 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16
83 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15
82 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14
81 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13
80 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12
79 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11
78 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10
77 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09
76 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08
75 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07
74 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06
73 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05
72 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04
71 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03
70 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02
69 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01
68 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24
67 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23
66 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
65 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
63 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소