Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 5:1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα
Joh 5:2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα
Joh 5:3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων τυφλῶν χωλῶν ξηρῶν ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν
Joh 5:4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατειχετο νοσήματι.
Joh 5:5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριακονταοκτώ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ
Joh 5:6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτῷ Θέλεις ὑγιὴς γενέσθαι
Joh 5:7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν Κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει
Joh 5:8 λέγει αὐτῷ ὁ Ἰησοῦς ἐγεῖραι ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Joh 5:9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
Joh 5:10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον
Joh 5:11 ἀπεκρίθη αὐτοῖς ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Joh 5:12 ἠρώτησαν οὖν αὐτόν Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον τὸν κράββατον σου καὶ περιπάτει
Joh 5:13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ
Joh 5:14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ Ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τι σοί γένηται
Joh 5:15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ
Joh 5:16 καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ
Joh 5:17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
Joh 5:18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ
Joh 5:19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ
Joh 5:20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε
Joh 5:21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ
Joh 5:22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ
Joh 5:23 ἵνα πάντες τιμῶσίν τὸν υἱὸν καθὼς τιμῶσίν τὸν πατέρα ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν
Joh 5:24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
Joh 5:25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.
Joh 5:26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ
Joh 5:27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν ὅτι υἱὸς ἀνθρώπου ἐστίν
Joh 5:28 μὴ θαυμάζετε τοῦτο ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ
Joh 5:29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως
Joh 5:30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.
Joh 5:31 ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
Joh 5:32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ
Joh 5:33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·
Joh 5:34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε
Joh 5:35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμεῖς δὲ ἠθελήσατε αγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ
Joh 5:36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκεν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν·
Joh 5:37 καὶ ὁ πέμψας με πατὴρ αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε
Joh 5:38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε
Joh 5:39 ἐρευνᾶτε τὰς γραφάς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
Joh 5:40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε
Joh 5:41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
Joh 5:42 ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς
Joh 5:43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐκεῖνον λήψεσθε.
Joh 5:44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε
Joh 5:45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε
Joh 5:46 εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
Joh 5:47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε

List of Articles
번호 분류 제목
128 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
127 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
126 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
125 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
124 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
123 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
122 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
121 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
120 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
119 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
118 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
117 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
116 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
115 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
114 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
113 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
112 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
111 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
110 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
109 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
108 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
107 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
106 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
105 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
104 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
103 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
102 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
101 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
100 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
99 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
98 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
97 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
96 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
95 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
94 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
93 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
92 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
91 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
90 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
89 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21
88 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20
87 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19
86 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18
85 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17
84 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16
83 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15
82 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14
81 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13
80 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12
79 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11
78 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10
77 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09
76 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08
75 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07
74 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06
» John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05
72 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04
71 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03
70 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02
69 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01
68 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24
67 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23
66 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
65 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
64 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
63 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소