Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 11:1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς
Joh 11:2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἡς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει
Joh 11:3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
Joh 11:4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι αὐτῆς
Joh 11:5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον
Joh 11:6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας
Joh 11:7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν
Joh 11:8 λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
Joh 11:9 ἀπεκρίθη ὁ Ἰησοῦς Οὐχὶ δώδεκα εἰσιν ὧραί τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
Joh 11:10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
Joh 11:11 ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
Joh 11:12 εἶπον οὖν οἱ μαθηταὶ αὐτου, Κύριε εἰ κεκοίμηται σωθήσεται
Joh 11:13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
Joh 11:14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν
Joh 11:15 καὶ χαίρω δι ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν
Joh 11:16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ αὐτοῦ
Joh 11:17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ
Joh 11:18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε
Joh 11:19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
Joh 11:20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
Joh 11:21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε εἰ ἦς ὧδε ὁ ἀδελφός μου· οὐκ ἂν ἐτεθνήκει
Joh 11:22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός
Joh 11:23 λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου
Joh 11:24 λέγει αὐτῷ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Joh 11:25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται
Joh 11:26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο
Joh 11:27 λέγει αὐτῷ Ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος
Joh 11:28 Καὶ ταῦτά εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
Joh 11:29 ἐκείνη ὡς ἤκουσεν ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν·
Joh 11:30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην ἀλλ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα
Joh 11:31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ λέγοντες, ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
Joh 11:32 ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα αὐτῷ Κύριε εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν μου ὁ ἀδελφός
Joh 11:33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν·
Joh 11:34 καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ Κύριε ἔρχου καὶ ἴδε
Joh 11:35 ἐδάκρυσεν ὁ Ἰησοῦς
Joh 11:36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν
Joh 11:37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ
Joh 11:38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ αὐτῷ
Joh 11:39 λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα Κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν
Joh 11:40 λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ θεοῦ
Joh 11:41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κειμένος. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου
Joh 11:42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας
Joh 11:43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω
Joh 11:44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν
Joh 11:45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησους, ἐπίστευσαν εἰς αὐτόν·
Joh 11:46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς
Joh 11:47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ
Joh 11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
Joh 11:49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν
Joh 11:50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται
Joh 11:51 τοῦτο δὲ ἀφ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους
Joh 11:52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν
Joh 11:53 ἀπ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν
Joh 11:54 Ἰησοῦς οὖν οὐκ ἔτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ.
Joh 11:55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
Joh 11:56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες Τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
Joh 11:57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν

List of Articles
번호 분류 제목
128 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
127 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
126 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
125 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
124 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
123 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
122 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
121 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
120 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
119 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
118 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
117 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
116 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
115 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
114 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
113 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
112 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
111 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
110 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
109 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
108 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
107 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
106 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
105 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
104 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
103 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
102 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
101 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
100 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
99 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
98 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
97 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
96 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
95 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
94 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
93 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
92 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
91 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
90 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
89 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21
88 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20
87 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19
86 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18
85 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17
84 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16
83 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15
82 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14
81 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13
80 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12
» John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11
78 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10
77 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09
76 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08
75 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07
74 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06
73 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05
72 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04
71 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03
70 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02
69 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01
68 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24
67 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23
66 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
65 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
64 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
63 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소