Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

50:1 καὶ ἐπιπεσὼν Ιωσηφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ᾽ αὐτὸν καὶ ἐφίλησεν αὐτόν
50:2 καὶ προσέταξεν Ιωσηφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ισραηλ
50:3 καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας
50:4 ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους ἐλάλησεν Ιωσηφ πρὸς τοὺς δυνάστας Φαραω λέγων εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραω λέγοντες
50:5 ὁ πατήρ μου ὥρκισέν με λέγων ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χανααν ἐκεῖ με θάψεις νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι
50:6 καὶ εἶπεν Φαραω ἀνάβηθι θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε
50:7 καὶ ἀνέβη Ιωσηφ θάψαι τὸν πατέρα αὐτοῦ καὶ συνανέβησαν μετ᾽ αὐτοῦ πάντες οἱ παῖδες Φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου
50:8 καὶ πᾶσα ἡ πανοικία Ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσεμ
50:9 καὶ συνανέβησαν μετ᾽ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα
50:10 καὶ παρεγένοντο ἐφ᾽ ἅλωνα Αταδ ὅ ἐστιν πέραν τοῦ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας
50:11 καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἶπαν πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου ὅ ἐστιν πέραν τοῦ Ιορδάνου
50:12 καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ
50:13 καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εφρων τοῦ Χετταίου κατέναντι Μαμβρη
50:14 καὶ ἀπέστρεψεν Ιωσηφ εἰς Αἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ
50:15 ἰδόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν μήποτε μνησικακήσῃ ἡμῖν Ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά ἃ ἐνεδειξάμεθα αὐτῷ
50:16 καὶ παρεγένοντο πρὸς Ιωσηφ λέγοντες ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων
50:17 οὕτως εἴπατε Ιωσηφ ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν
50:18 καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς σοι οἰκέται
50:19 καὶ εἶπεν αὐτοῖς Ιωσηφ μὴ φοβεῖσθε τοῦ γὰρ θεοῦ εἰμι ἐγώ
50:20 ὑμεῖς ἐβουλεύσασθε κατ᾽ ἐμοῦ εἰς πονηρά ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά ὅπως ἂν γενηθῇ ὡς σήμερον ἵνα διατραφῇ λαὸς πολύς
50:21 καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν
50:22 καὶ κατῴκησεν Ιωσηφ ἐν Αἰγύπτῳ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ καὶ ἔζησεν Ιωσηφ ἔτη ἑκατὸν δέκα
50:23 καὶ εἶδεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεᾶς καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχθησαν ἐπὶ μηρῶν Ιωσηφ
50:24 καὶ εἶπεν Ιωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων ἐγὼ ἀποθνῄσκω ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
50:25 καὶ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεός καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾽ ὑμῶν
50:26 καὶ ἐτελεύτησεν Ιωσηφ ἐτῶν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ


List of Articles
번호 분류 제목
50 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
49 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
48 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
47 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
46 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
45 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
44 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
43 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
42 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
41 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
40 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
39 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
38 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
37 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
36 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
35 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
34 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
33 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
32 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
31 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
30 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
29 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
28 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
27 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
26 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
25 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
24 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
23 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
22 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
21 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
20 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
19 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
18 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
17 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
16 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
15 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
14 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
13 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
12 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
11 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
10 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
9 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
8 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
7 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
6 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
5 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
4 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
3 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
2 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
» Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소