Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

45:1 καὶ οὐκ ἠδύνατο Ιωσηφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ ἀλλ᾽ εἶπεν ἐξαποστείλατε πάντας ἀπ᾽ ἐμοῦ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ Ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ
45:2 καὶ ἀφῆκεν φωνὴν μετὰ κλαυθμοῦ ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραω
45:3 εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγώ εἰμι Ιωσηφ ἔτι ὁ πατήρ μου ζῇ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ ἐταράχθησαν γάρ
45:4 εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἶπεν ἐγώ εἰμι Ιωσηφ ὁ ἀδελφὸς ὑμῶν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον
45:5 νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμῶν
45:6 τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἷς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος
45:7 ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμῶν ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην
45:8 νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε ἀλλ᾽ ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα Φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου
45:9 σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου Ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς Αἰγύπτου κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς
45:10 καὶ κατοικήσεις ἐν γῇ Γεσεμ Ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν
45:11 καὶ ἐκθρέψω σε ἐκεῖ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου
45:12 ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ Βενιαμιν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς
45:13 ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε
45:14 καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμιν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾽ αὐτῷ καὶ Βενιαμιν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ
45:15 καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾽ αὐτοῖς καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν
45:16 καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραω λέγοντες ἥκασιν οἱ ἀδελφοὶ Ιωσηφ ἐχάρη δὲ Φαραω καὶ ἡ θεραπεία αὐτοῦ
45:17 εἶπεν δὲ Φαραω πρὸς Ιωσηφ εἰπὸν τοῖς ἀδελφοῖς σου τοῦτο ποιήσατε γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν Χανααν
45:18 καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς
45:19 σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε
45:20 καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται
45:21 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ ἔδωκεν δὲ Ιωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν
45:22 καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς τῷ δὲ Βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς
45:23 καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν
45:24 ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν καὶ εἶπεν αὐτοῖς μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ
45:25 καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χανααν πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν
45:26 καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι ὁ υἱός σου Ιωσηφ ζῇ καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου καὶ ἐξέστη ἡ διάνοια Ιακωβ οὐ γὰρ ἐπίστευσεν αὐτοῖς
45:27 ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ ὅσα εἶπεν αὐτοῖς ἰδὼν δὲ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν ἀνεζωπύρησεν τὸ πνεῦμα Ιακωβ τοῦ πατρὸς αὐτῶν
45:28 εἶπεν δὲ Ισραηλ μέγα μοί ἐστιν εἰ ἔτι Ιωσηφ ὁ υἱός μου ζῇ πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με


List of Articles
번호 분류 제목
50 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
49 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
48 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
47 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
46 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
45 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
44 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
43 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
42 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
41 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
40 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
39 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
38 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
37 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
36 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
35 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
34 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
33 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
32 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
31 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
30 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
29 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
28 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
27 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
26 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
25 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
24 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
23 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
22 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
21 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
20 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
19 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
18 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
17 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
16 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
15 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
14 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
13 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
12 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
11 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
10 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
9 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
8 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
7 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
» Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
5 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
4 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
3 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
2 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소