Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 καὶ ηὐλόγησεν ὁ θεὸς τὸν Νωε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς
9:2 καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν δέδωκα
9:3 καὶ πᾶν ἑρπετόν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα
9:4 πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε
9:5 καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου
9:6 ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον
9:7 ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ πληθύνεσθε ἐπ᾽ αὐτῆς
9:8 καὶ εἶπεν ὁ θεὸς τῷ Νωε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτοῦ λέγων
9:9 ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς
9:10 καὶ πάσῃ ψυχῇ τῇ ζώσῃ μεθ᾽ ὑμῶν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ᾽ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ
9:11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν
9:12 καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ᾽ ὑμῶν εἰς γενεὰς αἰωνίους
9:13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς
9:14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ
9:15 καὶ μνησθήσομαι τῆς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα
9:16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί ἥ ἐστιν ἐπὶ τῆς γῆς
9:17 καὶ εἶπεν ὁ θεὸς τῷ Νωε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τῆς γῆς
9:18 ἦσαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σημ Χαμ Ιαφεθ Χαμ ἦν πατὴρ Χανααν
9:19 τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν
9:20 καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα
9:21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ
9:22 καὶ εἶδεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλεν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω
9:23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον
9:24 ἐξένηψεν δὲ Νωε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος
9:25 καὶ εἶπεν ἐπικατάρατος Χανααν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ
9:26 καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σημ καὶ ἔσται Χανααν παῖς αὐτοῦ
9:27 πλατύναι ὁ θεὸς τῷ Ιαφεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σημ καὶ γενηθήτω Χανααν παῖς αὐτῶν
9:28 ἔζησεν δὲ Νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη
9:29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν


List of Articles
번호 분류 제목
50 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
49 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
48 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
47 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
46 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
45 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
44 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
43 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
» Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
41 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
40 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
39 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
38 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
37 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
36 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
35 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
34 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
33 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
32 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
31 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
30 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
29 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
28 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
27 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
26 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
25 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
24 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
23 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
22 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
21 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
20 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
19 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
18 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
17 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
16 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
15 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
14 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
13 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
12 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
11 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
10 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
9 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
8 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
7 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
6 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
5 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
4 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
3 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
2 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소