Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν
2:2 καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν
2:3 καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι
2:4 αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
2:5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν
2:6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς
2:7 καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν
2:8 καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν Εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν
2:9 καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ
2:10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς
2:11 ὄνομα τῷ ἑνὶ Φισων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Ευιλατ ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον
2:12 τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος
2:13 καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας
2:14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὗτος Εὐφράτης
2:15 καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν
2:16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Αδαμ λέγων ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ
2:17 ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ θανάτῳ ἀποθανεῖσθε
2:18 καὶ εἶπεν κύριος ὁ θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν
2:19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδεῖν τί καλέσει αὐτά καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζῶσαν τοῦτο ὄνομα αὐτοῦ
2:20 καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ
2:21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ᾽ αὐτῆς
2:22 καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ τοῦ Αδαμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ
2:23 καὶ εἶπεν Αδαμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη
2:24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
2:25 καὶ ἦσαν οἱ δύο γυμνοί ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οὐκ ᾐσχύνοντο


List of Articles
번호 분류 제목
50 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
» Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
48 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
47 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
46 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
45 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
44 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
43 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
42 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
41 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
40 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
39 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
38 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
37 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
36 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
35 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
34 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
33 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
32 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
31 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
30 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
29 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
28 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
27 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
26 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
25 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
24 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
23 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
22 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
21 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
20 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
19 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
18 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
17 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
16 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
15 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
14 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
13 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
12 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
11 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
10 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
9 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
8 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
7 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
6 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
5 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
4 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
3 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
2 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소