Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 22:1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.
Luk 22:2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Luk 22:3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
Luk 22:4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
Luk 22:5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
Luk 22:6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
Luk 22:7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ πάσχα·
Luk 22:8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάνην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
Luk 22:9 οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν;
Luk 22:10 ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
Luk 22:11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας⸆ Λέγει σοι ὁ διδάσκαλος Ποῦ ἐστὶν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
Luk 22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
Luk 22:13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Luk 22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
Luk 22:15 καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
Luk 22:16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Luk 22:17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
Luk 22:18 λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
Luk 22:19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου [[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Luk 22:20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]].
Luk 22:21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης·
Luk 22:22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
Luk 22:23 καὶ αὐτοὶ ἤρξαντο συνζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
Luk 22:24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
Luk 22:25 ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
Luk 22:26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν·
Luk 22:27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμὶ ὡς ὁ διακονῶν.
Luk 22:28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Luk 22:29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ ⸂μου⸃ βασιλείαν,
Luk 22:30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ ⸂καθῆσθε⸃ ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
Luk 22:31 Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Luk 22:32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.
Luk 22:33 ὁ δὲ εἶπεν αὐτῷ Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
Luk 22:34 ὁ δὲ εἶπεν Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.
Luk 22:35 Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν Οὐθενός.
Luk 22:36 εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
Luk 22:37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
Luk 22:38 οἱ δὲ εἶπαν Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν.
Luk 22:39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ [καὶ] οἱ μαθηταί.
Luk 22:40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
Luk 22:41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
Luk 22:42 λέγων Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
Luk 22:43 [[ὤφθη δὲ αὐτῷ ἄγγελος ⸂ἀπὸ τοῦ⸃ οὐρανοῦ ἐνισχύων αὐτόν.
Luk 22:44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸂καὶ ἐγένετο⸃ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.]]
Luk 22:45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
Luk 22:46 καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Luk 22:47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
Luk 22:48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
Luk 22:49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
Luk 22:50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
Luk 22:51 ἀποκριθεὶς δὲ [ὁ] Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
Luk 22:52 εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Luk 22:53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
Luk 22:54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Luk 22:55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
Luk 22:56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν·
Luk 22:57 ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν, γύναι.
Luk 22:58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε, οὐκ εἰμί.
Luk 22:59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·
Luk 22:60 εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
Luk 22:61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
Luk 22:62 [καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.]
Luk 22:63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
Luk 22:64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
Luk 22:65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Luk 22:66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
Luk 22:67 λέγοντες Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
Luk 22:68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε.
Luk 22:69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
Luk 22:70 εἶπαν δὲ πάντες Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ ⸂εἰμι.⸃
Luk 22:71 οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

List of Articles
번호 분류 제목
260 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
259 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
258 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
257 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
256 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
255 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
254 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
253 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
252 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
251 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
250 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
249 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
248 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
247 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
246 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
245 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
244 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
243 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
242 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
241 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
240 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
239 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
238 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
237 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
236 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
235 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
234 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
233 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
232 Mark Westcott-Hort Greek NT, Mark, Chapter 01
231 Mark Westcott-Hort Greek NT, Mark, Chapter 02
230 Mark Westcott-Hort Greek NT, Mark, Chapter 03
229 Mark Westcott-Hort Greek NT, Mark, Chapter 04
228 Mark Westcott-Hort Greek NT, Mark, Chapter 05
227 Mark Westcott-Hort Greek NT, Mark, Chapter 06
226 Mark Westcott-Hort Greek NT, Mark, Chapter 07
225 Mark Westcott-Hort Greek NT, Mark, Chapter 08
224 Mark Westcott-Hort Greek NT, Mark, Chapter 09
223 Mark Westcott-Hort Greek NT, Mark, Chapter 10
222 Mark Westcott-Hort Greek NT, Mark, Chapter 11
221 Mark Westcott-Hort Greek NT, Mark, Chapter 12
220 Mark Westcott-Hort Greek NT, Mark, Chapter 13
219 Mark Westcott-Hort Greek NT, Mark, Chapter 14
218 Mark Westcott-Hort Greek NT, Mark, Chapter 15
217 Mark Westcott-Hort Greek NT, Mark, Chapter 16
216 Luke Westcott-Hort Greek NT, Luke, Chapter 01
215 Luke Westcott-Hort Greek NT, Luke, Chapter 02
214 Luke Westcott-Hort Greek NT, Luke, Chapter 03
213 Luke Westcott-Hort Greek NT, Luke, Chapter 04
212 Luke Westcott-Hort Greek NT, Luke, Chapter 05
211 Luke Westcott-Hort Greek NT, Luke, Chapter 06
210 Luke Westcott-Hort Greek NT, Luke, Chapter 07
209 Luke Westcott-Hort Greek NT, Luke, Chapter 08
208 Luke Westcott-Hort Greek NT, Luke, Chapter 09
207 Luke Westcott-Hort Greek NT, Luke, Chapter 10
206 Luke Westcott-Hort Greek NT, Luke, Chapter 11
205 Luke Westcott-Hort Greek NT, Luke, Chapter 12
204 Luke Westcott-Hort Greek NT, Luke, Chapter 13
203 Luke Westcott-Hort Greek NT, Luke, Chapter 14
202 Luke Westcott-Hort Greek NT, Luke, Chapter 15
201 Luke Westcott-Hort Greek NT, Luke, Chapter 16
200 Luke Westcott-Hort Greek NT, Luke, Chapter 17
199 Luke Westcott-Hort Greek NT, Luke, Chapter 18
198 Luke Westcott-Hort Greek NT, Luke, Chapter 19
197 Luke Westcott-Hort Greek NT, Luke, Chapter 20
196 Luke Westcott-Hort Greek NT, Luke, Chapter 21
» Luke Westcott-Hort Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소