Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 5:1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.
Mar 5:2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [εὐθὺς] ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
Mar 5:3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
Mar 5:4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρίφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
Mar 5:5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
Mar 5:6 καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν,
Mar 5:7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
Mar 5:8 ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
Mar 5:9 καὶ ἐπηρώτα αὐτόν Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ Λεγιὼν ὄνομά ⸂μοι⸃, ὅτι πολλοί ἐσμεν·
Mar 5:10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
Mar 5:11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Mar 5:12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
Mar 5:13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
Mar 5:14 Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
Mar 5:15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.
Mar 5:16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
Mar 5:17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
Mar 5:18 Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ.
Mar 5:19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
Mar 5:20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
Mar 5:21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
Mar 5:22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Mar 5:23 καὶ ⸂παρακαλεῖ⸃ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.
Mar 5:24 καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
Mar 5:25 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
Mar 5:26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ⸂αὐτῆς⸃ πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
Mar 5:27 ἀκούσασα τὰ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
Mar 5:28 ἔλεγεν γὰρ ὅτι Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.
Mar 5:29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
Mar 5:30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων;
Mar 5:31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις Τίς μου ἥψατο;
Mar 5:32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
Mar 5:33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
Mar 5:34 ὁ δὲ εἶπεν αὐτῇ Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Mar 5:35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
Mar 5:36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ, μόνον πίστευε.
Mar 5:37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην τὸν ἀδελφὸν Ἰακώβου.
Mar 5:38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
Mar 5:39 καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
Mar 5:40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον·
Mar 5:41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλειθά κούμ, ὅ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
Mar 5:42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
Mar 5:43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

List of Articles
번호 분류 제목
260 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
259 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
258 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
257 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
256 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
255 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
254 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
253 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
252 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
251 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
250 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
249 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
248 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
247 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
246 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
245 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
244 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
243 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
242 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
241 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
240 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
239 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
238 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
237 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
236 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
235 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
234 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
233 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
232 Mark Westcott-Hort Greek NT, Mark, Chapter 01
231 Mark Westcott-Hort Greek NT, Mark, Chapter 02
230 Mark Westcott-Hort Greek NT, Mark, Chapter 03
229 Mark Westcott-Hort Greek NT, Mark, Chapter 04
» Mark Westcott-Hort Greek NT, Mark, Chapter 05
227 Mark Westcott-Hort Greek NT, Mark, Chapter 06
226 Mark Westcott-Hort Greek NT, Mark, Chapter 07
225 Mark Westcott-Hort Greek NT, Mark, Chapter 08
224 Mark Westcott-Hort Greek NT, Mark, Chapter 09
223 Mark Westcott-Hort Greek NT, Mark, Chapter 10
222 Mark Westcott-Hort Greek NT, Mark, Chapter 11
221 Mark Westcott-Hort Greek NT, Mark, Chapter 12
220 Mark Westcott-Hort Greek NT, Mark, Chapter 13
219 Mark Westcott-Hort Greek NT, Mark, Chapter 14
218 Mark Westcott-Hort Greek NT, Mark, Chapter 15
217 Mark Westcott-Hort Greek NT, Mark, Chapter 16
216 Luke Westcott-Hort Greek NT, Luke, Chapter 01
215 Luke Westcott-Hort Greek NT, Luke, Chapter 02
214 Luke Westcott-Hort Greek NT, Luke, Chapter 03
213 Luke Westcott-Hort Greek NT, Luke, Chapter 04
212 Luke Westcott-Hort Greek NT, Luke, Chapter 05
211 Luke Westcott-Hort Greek NT, Luke, Chapter 06
210 Luke Westcott-Hort Greek NT, Luke, Chapter 07
209 Luke Westcott-Hort Greek NT, Luke, Chapter 08
208 Luke Westcott-Hort Greek NT, Luke, Chapter 09
207 Luke Westcott-Hort Greek NT, Luke, Chapter 10
206 Luke Westcott-Hort Greek NT, Luke, Chapter 11
205 Luke Westcott-Hort Greek NT, Luke, Chapter 12
204 Luke Westcott-Hort Greek NT, Luke, Chapter 13
203 Luke Westcott-Hort Greek NT, Luke, Chapter 14
202 Luke Westcott-Hort Greek NT, Luke, Chapter 15
201 Luke Westcott-Hort Greek NT, Luke, Chapter 16
200 Luke Westcott-Hort Greek NT, Luke, Chapter 17
199 Luke Westcott-Hort Greek NT, Luke, Chapter 18
198 Luke Westcott-Hort Greek NT, Luke, Chapter 19
197 Luke Westcott-Hort Greek NT, Luke, Chapter 20
196 Luke Westcott-Hort Greek NT, Luke, Chapter 21
195 Luke Westcott-Hort Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소