Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 15:1 Καὶ εὐθὺς πρωὶ συμβούλιον ⸂ποιήσαντες⸃ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.
Mar 15:2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πειλᾶτος Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ ⸂λέγεις.⸃
Mar 15:3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
Mar 15:4 ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν [λέγων] Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
Mar 15:5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.
Mar 15:6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.
Mar 15:7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
Mar 15:8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
Mar 15:9 ὁ δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
Mar 15:10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν [οἱ ἀρχιερεῖς].
Mar 15:11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
Mar 15:12 ὁ δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ποιήσω [ὃν] λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;
Mar 15:13 οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν.
Mar 15:14 ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν.
Mar 15:15 ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
Mar 15:16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν.
Mar 15:17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
Mar 15:18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·
Mar 15:19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
Mar 15:20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν·
Mar 15:21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Mar 15:22 καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθὰν τόπον, ὅ ἐστιν ⸂μεθερμηνευόμενος⸃ Κρανίου Τόπος.
Mar 15:23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν.
Mar 15:24 καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ.
Mar 15:25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
Mar 15:26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Mar 15:27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
Mar 15:28
Mar 15:29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν [ἐν] τρισὶν ἡμέραις,
Mar 15:30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
Mar 15:31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
Mar 15:32 ὁ χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Mar 15:33 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
Mar 15:34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ Ἐλωί ἐλωί λαμὰ σαβαχθανεί; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου [ὁ θεός μου], εἰς τί ἐγκατέλιπές με;
Mar 15:35 καί τινες τῶν ⸂παρεστηκότων⸃ ἀκούσαντες ἔλεγον Ἴδε Ἠλείαν φωνεῖ.
Mar 15:36 δραμὼν δέ τις γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλείας καθελεῖν αὐτόν.
Mar 15:37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
Mar 15:38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω.
Mar 15:39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν Ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν.
Mar 15:40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
Mar 15:41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἰεροσόλυμα.
Mar 15:42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον,
Mar 15:43 ἐλθὼν Ἰωσὴφ⸆ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
Mar 15:44 ὁ δὲ Πειλᾶτος ἐθαύμασεν εἰ ⸂ἤδη⸃ τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ἤδη ἀπέθανεν·
Mar 15:45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ.
Mar 15:46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
Mar 15:47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.

List of Articles
번호 분류 제목
260 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
259 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
258 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
257 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
256 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
255 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
254 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
253 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
252 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
251 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
250 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
249 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
248 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
247 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
246 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
245 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
244 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
243 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
242 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
241 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
240 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
239 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
238 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
237 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
236 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
235 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
234 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
233 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
232 Mark Westcott-Hort Greek NT, Mark, Chapter 01
231 Mark Westcott-Hort Greek NT, Mark, Chapter 02
230 Mark Westcott-Hort Greek NT, Mark, Chapter 03
229 Mark Westcott-Hort Greek NT, Mark, Chapter 04
228 Mark Westcott-Hort Greek NT, Mark, Chapter 05
227 Mark Westcott-Hort Greek NT, Mark, Chapter 06
226 Mark Westcott-Hort Greek NT, Mark, Chapter 07
225 Mark Westcott-Hort Greek NT, Mark, Chapter 08
224 Mark Westcott-Hort Greek NT, Mark, Chapter 09
223 Mark Westcott-Hort Greek NT, Mark, Chapter 10
222 Mark Westcott-Hort Greek NT, Mark, Chapter 11
221 Mark Westcott-Hort Greek NT, Mark, Chapter 12
220 Mark Westcott-Hort Greek NT, Mark, Chapter 13
219 Mark Westcott-Hort Greek NT, Mark, Chapter 14
» Mark Westcott-Hort Greek NT, Mark, Chapter 15
217 Mark Westcott-Hort Greek NT, Mark, Chapter 16
216 Luke Westcott-Hort Greek NT, Luke, Chapter 01
215 Luke Westcott-Hort Greek NT, Luke, Chapter 02
214 Luke Westcott-Hort Greek NT, Luke, Chapter 03
213 Luke Westcott-Hort Greek NT, Luke, Chapter 04
212 Luke Westcott-Hort Greek NT, Luke, Chapter 05
211 Luke Westcott-Hort Greek NT, Luke, Chapter 06
210 Luke Westcott-Hort Greek NT, Luke, Chapter 07
209 Luke Westcott-Hort Greek NT, Luke, Chapter 08
208 Luke Westcott-Hort Greek NT, Luke, Chapter 09
207 Luke Westcott-Hort Greek NT, Luke, Chapter 10
206 Luke Westcott-Hort Greek NT, Luke, Chapter 11
205 Luke Westcott-Hort Greek NT, Luke, Chapter 12
204 Luke Westcott-Hort Greek NT, Luke, Chapter 13
203 Luke Westcott-Hort Greek NT, Luke, Chapter 14
202 Luke Westcott-Hort Greek NT, Luke, Chapter 15
201 Luke Westcott-Hort Greek NT, Luke, Chapter 16
200 Luke Westcott-Hort Greek NT, Luke, Chapter 17
199 Luke Westcott-Hort Greek NT, Luke, Chapter 18
198 Luke Westcott-Hort Greek NT, Luke, Chapter 19
197 Luke Westcott-Hort Greek NT, Luke, Chapter 20
196 Luke Westcott-Hort Greek NT, Luke, Chapter 21
195 Luke Westcott-Hort Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소