Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 9:1 Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
Act 9:2 ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἄν τινας εὕρῃ ὄντας τῆς ὁδοῦ, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
Act 9:3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
Act 9:4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί με διώκεις;
Act 9:5 εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
Act 9:6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
Act 9:7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
Act 9:8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἠνοιγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Act 9:9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Act 9:10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἀνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.
Act 9:11 ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
Act 9:12 καὶ εἶδεν ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.
Act 9:13 ἀπεκρίθη δὲ Ἀνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἱερουσαλήμ·
Act 9:14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
Act 9:15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
Act 9:16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
Act 9:17 Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
Act 9:18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
Act 9:19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,
Act 9:20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
Act 9:21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Act 9:22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Act 9:23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Act 9:24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
Act 9:25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
Act 9:26 Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
Act 9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.
Act 9:28 καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
Act 9:29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
Act 9:30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάριαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
Act 9:31 Ἡ μὲν οὖν ἐκκλησία καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
Act 9:32 ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
Act 9:33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
Act 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
Act 9:35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
Act 9:36 ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
Act 9:37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
Act 9:38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
Act 9:39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.
Act 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
Act 9:41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
Act 9:42 γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
Act 9:43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

List of Articles
번호 분류 제목
128 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
127 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
126 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
125 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
124 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
123 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
122 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
121 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
120 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
119 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
118 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
117 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
116 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
115 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
114 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
113 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
112 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
111 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
110 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
109 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
108 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
107 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
106 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
105 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
104 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
103 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
102 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
101 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
100 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
99 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
» Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
97 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
96 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
95 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
94 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
93 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
92 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
91 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
90 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
89 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
88 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
87 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
86 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
85 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
84 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
83 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
82 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
81 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
80 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
79 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
78 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
77 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
76 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
75 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
74 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
73 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
72 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
71 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
70 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
69 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
68 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
67 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
66 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
65 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
64 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
63 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소