Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 5:1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
Act 5:2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
Act 5:3 εἶπεν δὲ ὁ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Act 5:4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
Act 5:5 ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας.
Act 5:6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Act 5:7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
Act 5:8 ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος, εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν, ναί, τοσούτου.
Act 5:9 ὁ δὲ Πέτρος πρὸς αὐτήν, τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
Act 5:10 ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
Act 5:11 καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Act 5:12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
Act 5:13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
Act 5:14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
Act 5:15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
Act 5:16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Act 5:17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
Act 5:18 καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Act 5:19 ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν,
Act 5:20 πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Act 5:21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
Act 5:22 οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
Act 5:23 λέγοντες ὅτι τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω, οὐδένα εὕρομεν.
Act 5:24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
Act 5:25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Act 5:26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
Act 5:27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
Act 5:28 λέγων, παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
Act 5:29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν, πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Act 5:30 ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
Act 5:31 τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
Act 5:32 καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
Act 5:33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
Act 5:34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι,
Act 5:35 εἶπέν τε πρὸς αὐτούς, ἄνδρες Ἰσραηλεῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
Act 5:36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Act 5:37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
Act 5:38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
Act 5:39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
Act 5:40 ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.
Act 5:41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·
Act 5:42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστόν, Ἰησοῦν.

List of Articles
번호 분류 제목
128 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
127 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
126 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
125 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
124 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
123 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
122 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
121 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
120 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
119 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
118 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
117 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
116 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
115 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
114 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
113 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
112 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
111 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
110 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
109 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
108 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
107 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
106 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
105 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
104 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
103 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
102 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
101 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
100 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
99 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
98 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
97 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
96 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
95 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
» Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
93 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
92 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
91 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
90 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
89 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
88 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
87 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
86 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
85 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
84 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
83 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
82 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
81 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
80 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
79 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
78 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
77 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
76 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
75 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
74 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
73 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
72 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
71 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
70 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
69 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
68 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
67 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
66 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
65 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
64 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
63 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소