Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 23:1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον.
Luk 23:2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
Luk 23:3 ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
Luk 23:4 ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
Luk 23:5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Luk 23:6 Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
Luk 23:7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
Luk 23:8 ὁ δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
Luk 23:9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
Luk 23:10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
Luk 23:11 ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρώδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ.
Luk 23:12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρώδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς.
Luk 23:13 Πειλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Luk 23:14 εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ,
Luk 23:15 ἀλλ᾽ οὐδὲ Ἡρώδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
Luk 23:16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Luk 23:17
Luk 23:18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Luk 23:19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
Luk 23:20 πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
Luk 23:21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου, σταύρου αὐτόν.
Luk 23:22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Luk 23:23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
Luk 23:24 καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
Luk 23:25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
Luk 23:26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
Luk 23:27 ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
Luk 23:28 στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
Luk 23:29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
Luk 23:30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσατε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς·
Luk 23:31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Luk 23:32 ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
Luk 23:33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἀριστερῶν.
Luk 23:34 ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.
Luk 23:35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.
Luk 23:36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
Luk 23:37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
Luk 23:38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῷ· ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
Luk 23:39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν· οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Luk 23:40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Luk 23:41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
Luk 23:42 καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Luk 23:43 καὶ εἶπεν αὐτῷ· ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Luk 23:44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης,
Luk 23:45 τοῦ ἡλίου ἐκλιπόντος· ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
Luk 23:46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
Luk 23:47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Luk 23:48 καὶ πάντες οἱ συνπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
Luk 23:49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Luk 23:50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Luk 23:51 οὗτος οὐκ ἦν συνκατατιθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν, ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,
Luk 23:52 οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
Luk 23:53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος.
Luk 23:54 καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.
Luk 23:55 Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
Luk 23:56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα· καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

List of Articles
번호 분류 제목
128 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
127 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
126 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
125 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
124 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
123 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
122 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
121 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
120 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
119 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
118 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
117 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
116 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
115 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
114 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
113 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
112 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
111 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
110 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
109 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
108 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
107 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
106 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
105 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
104 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
103 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
102 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
101 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
100 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
99 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
98 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
97 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
96 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
95 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
94 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
93 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
92 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
91 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
90 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
89 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
88 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
87 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
86 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
85 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
84 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
83 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
82 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
81 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
80 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
79 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
78 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
77 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
76 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
75 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
74 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
73 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
72 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
71 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
70 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
69 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
68 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
» Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
66 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
65 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
64 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
63 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소