Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 7:1 Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
Luk 7:2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
Luk 7:3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
Luk 7:4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν ἠρώτων αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο·
Luk 7:5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Luk 7:6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων· κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Luk 7:7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.
Luk 7:8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
Luk 7:9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
Luk 7:10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
Luk 7:11 Καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
Luk 7:12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
Luk 7:13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτὴν καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.
Luk 7:14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
Luk 7:15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
Luk 7:16 ἔλαβεν δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
Luk 7:17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.
Luk 7:18 Καὶ ἀπήγγειλαν Ἰωάννει οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
Luk 7:19 καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν κύριον λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
Luk 7:20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
Luk 7:21 ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
Luk 7:22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννει ἃ εἴδετε καὶ ἠκούσατε, ὅτι τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
Luk 7:23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Luk 7:24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Luk 7:25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Luk 7:26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Luk 7:27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Luk 7:28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
Luk 7:29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
Luk 7:30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.
Luk 7:31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
Luk 7:32 ὅμοιοί εἰσίν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, λέγοντες· ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.
Luk 7:33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μηδὲ πίνων οἶνον, καὶ λέγετε· δαιμόνιον ἔχει.
Luk 7:34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
Luk 7:35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.
Luk 7:36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.
Luk 7:37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
Luk 7:38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
Luk 7:39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
Luk 7:40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· διδάσκαλε, εἰπέ, φησίν.
Luk 7:41 Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
Luk 7:42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
Luk 7:43 ἀποκριθεὶς Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
Luk 7:44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μου ἐπὶ τοὺς πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
Luk 7:45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλειπεν καταφιλοῦσά μου τοὺς πόδας.
Luk 7:46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν μου τοὺς πόδας.
Luk 7:47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
Luk 7:48 εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
Luk 7:49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν, ὃς καὶ ἁμαρτίας ἀφίησιν;
Luk 7:50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην.

List of Articles
번호 분류 제목
260 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
259 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
258 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
257 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
256 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
255 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
254 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
253 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
252 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
251 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
250 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
249 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
248 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
247 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
246 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
245 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
244 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
243 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
242 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
241 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
240 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
239 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
238 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
237 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
236 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
235 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
234 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
233 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
232 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
231 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
230 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
229 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
228 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
227 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
226 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
225 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
224 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
223 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
222 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
221 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
220 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
219 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
218 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
217 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
216 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
215 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
214 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
213 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
212 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
211 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
» Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
209 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
208 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
207 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
206 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
205 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
204 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
203 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
202 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
201 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
200 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
199 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
198 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
197 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
196 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
195 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소