Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 21:1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
Mat 21:2 λέγων αὐτοῖς· πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
Mat 21:3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.
Mat 21:4 τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
Mat 21:5 εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
Mat 21:6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
Mat 21:7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
Mat 21:8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ.
Mat 21:9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυείδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Mat 21:10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
Mat 21:11 οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
Mat 21:12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ θεοῦ, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
Mat 21:13 καὶ λέγει αὐτοῖς· γέγραπται· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
Mat 21:14 Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
Mat 21:15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυείδ, ἠγανάκτησαν
Mat 21:16 καὶ εἶπαν αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
Mat 21:17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
Mat 21:18 Πρωῒ δὲ ἐπαναγαγὼν εἰς τὴν πόλιν ἐπείνασεν.
Mat 21:19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
Mat 21:20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πως παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
Mat 21:21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
Mat 21:22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
Mat 21:23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
Mat 21:24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Mat 21:25 τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾽ ἑαυτοῖς λέγοντες·
Mat 21:26 ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
Mat 21:27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Mat 21:28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.
Mat 21:29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω, ὕστερον μεταμεληθεὶς ἀπῆλθεν.
Mat 21:30 προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
Mat 21:31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Mat 21:32 ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Mat 21:33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Mat 21:34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
Mat 21:35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Mat 21:36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Mat 21:37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
Mat 21:38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.
Mat 21:39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
Mat 21:40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Mat 21:41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Mat 21:42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Mat 21:43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Mat 21:44
Mat 21:45 ἀκούσαντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
Mat 21:46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

List of Articles
번호 분류 제목
260 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
259 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
258 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
257 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
256 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
255 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
254 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
253 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
252 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
251 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
250 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
249 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
248 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
247 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
246 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
245 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
244 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
243 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
242 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
241 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
» Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
239 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
238 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
237 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
236 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
235 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
234 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
233 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
232 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
231 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
230 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
229 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
228 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
227 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
226 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
225 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
224 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
223 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
222 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
221 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
220 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
219 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
218 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
217 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
216 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
215 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
214 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
213 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
212 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
211 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
210 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
209 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
208 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
207 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
206 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
205 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
204 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
203 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
202 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
201 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
200 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
199 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
198 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
197 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
196 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
195 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소