Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 12:1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν. ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Mar 12:2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·
Mar 12:3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
Mar 12:4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
Mar 12:5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
Mar 12:6 ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
Mar 12:7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
Mar 12:8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
Mar 12:9 τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
Mar 12:10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
Mar 12:11 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Mar 12:12 καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Mar 12:13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
Mar 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν κῆνσον Καίσαρι δοῦναι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
Mar 12:15 ὁ δὲ ἰδὼν αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
Mar 12:16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος.
Mar 12:17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐξεθαύμαζον ἐπ᾽ αὐτῷ.
Mar 12:18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
Mar 12:19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Mar 12:20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα.
Mar 12:21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως·
Mar 12:22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
Mar 12:23 ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Mar 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
Mar 12:25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
Mar 12:26 περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ;
Mar 12:27 οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων. πολὺ πλανᾶσθε.
Mar 12:28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
Mar 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι πρώτη ἐστίν· ἄκουε Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,
Mar 12:30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
Mar 12:31 δευτέρα αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
Mar 12:32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
Mar 12:33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν.
Mar 12:34 καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Mar 12:35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυείδ ἐστιν;
Mar 12:36 αὐτὸς Δαυεὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Mar 12:37 αὐτὸς Δαυεὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Mar 12:38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
Mar 12:39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
Mar 12:40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα.
Mar 12:41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά,
Mar 12:42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
Mar 12:43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
Mar 12:44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

List of Articles
번호 분류 제목
260 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
259 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
258 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
257 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
256 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
255 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
254 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
253 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
252 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
251 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
250 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
249 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
248 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
247 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
246 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
245 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
244 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
243 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
242 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
241 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
240 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
239 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
238 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
237 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
236 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
235 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
234 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
233 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
232 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
231 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
230 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
229 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
228 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
227 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
226 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
225 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
224 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
223 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
222 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
» Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
220 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
219 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
218 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
217 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
216 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
215 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
214 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
213 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
212 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
211 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
210 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
209 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
208 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
207 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
206 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
205 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
204 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
203 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
202 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
201 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
200 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
199 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
198 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
197 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
196 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
195 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소