1Ti 4:1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων
1Ti 4:2 ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν
1Ti 4:3 κωλυόντων γαμεῖν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν
1Ti 4:4 ὅτι πᾶν κτίσμα θεοῦ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
1Ti 4:5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως
1Ti 4:6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
1Ti 4:7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
1Ti 4:8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης
1Ti 4:9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
1Ti 4:10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν
1Ti 4:11 Παράγγελλε ταῦτα καὶ δίδασκε
1Ti 4:12 μηδείς σου τῆς νεότητος καταφρονείτω ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ ἐν ἀναστροφῇ ἐν ἀγάπῃ ἐν πνεύματι, ἐν πίστει ἐν ἁγνείᾳ
1Ti 4:13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει τῇ παρακλήσει τῇ διδασκαλίᾳ
1Ti 4:14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου
1Ti 4:15 ταῦτα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν
1Ti 4:16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου

Previous
List