2Co 13:1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα
2Co 13:2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι
2Co 13:3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν
2Co 13:4 καὶ γὰρ εἴ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ ζήσομεθα σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς
2Co 13:5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστίν εἰ μή τι ἀδόκιμοί ἐστε
2Co 13:6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι
2Co 13:7 εὐχόμαι δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν
2Co 13:8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας
2Co 13:9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα τὴν ὑμῶν κατάρτισιν
2Co 13:10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέν μοι ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν
2Co 13:11 Λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλεῖσθε τὸ αὐτὸ φρονεῖτε εἰρηνεύετε καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ ὑμῶν
2Co 13:12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι
2Co 13:13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
2Co 13:14 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. ἀμήν. [πρός Κορινθίους δευτέρᾳ ἐγράφη ἀπό Φιλίππων τῆς Μακεδονίας διά Τίτου καί] Λουκᾶ

Previous
List