2Co 12:1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου
2Co 12:2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ
2Co 12:3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ θεὸς οἶδεν
2Co 12:4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι
2Co 12:5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
2Co 12:6 ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ
2Co 12:7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τῇ σαρκί ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι
2Co 12:8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ ἐμοῦ
2Co 12:9 καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἵνα ἐπισκηνώσῃ ἐπ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ
2Co 12:10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι
2Co 12:11 Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερ λίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι
2Co 12:12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ ἐν σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν
2Co 12:13 τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην
2Co 12:14 Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς καὶ οὐ καταναρκήσω· ὑμῶν οὐ γὰρ ζητῶ τὰ ὑμῶν· ἀλλ᾽ ὑμᾶς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις
2Co 12:15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι
2Co 12:16 ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ᾽ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον
2Co 12:17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς δι αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς
2Co 12:18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν
2Co 12:19 Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα κατένωπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς
2Co 12:20 φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ἔρεις ζῆλοι, θυμοί ἐριθείαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι·
2Co 12:21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν

Previous
List