Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

48:1 καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ημαθ αὐλῆς τοῦ Αιναν ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ημαθ αὐλῆς καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν μία
48:2 καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ασηρ μία
48:3 καὶ ἀπὸ τῶν ὁρίων Ασηρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλιμ μία
48:4 καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλι ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Μανασση μία
48:5 καὶ ἀπὸ τῶν ὁρίων Μανασση ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Εφραιμ μία
48:6 καὶ ἀπὸ τῶν ὁρίων Εφραιμ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβην μία
48:7 καὶ ἀπὸ τῶν ὁρίων Ρουβην ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ιουδα μία
48:8 καὶ ἀπὸ τῶν ὁρίων Ιουδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν
48:9 ἀπαρχή ἣν ἀφοριοῦσι τῷ κυρίῳ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες
48:10 τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ
48:11 τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδουκ τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται
48:12 καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν
48:13 τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες
48:14 οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ
48:15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ
48:16 καὶ ταῦτα τὰ μέτρα αὐτῆς ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους
48:17 καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα
48:18 καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν
48:19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ισραηλ
48:20 πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως
48:21 τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς
48:22 καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τῶν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμιν τῶν ἀφηγουμένων ἔσται
48:23 καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμιν μία
48:24 καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμιν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεων μία
48:25 καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ισσαχαρ μία
48:26 καὶ ἀπὸ τῶν ὁρίων τῶν Ισσαχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλων μία
48:27 καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γαδ μία
48:28 καὶ ἀπὸ τῶν ὁρίων τῶν Γαδ ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης
48:29 αὕτη ἡ γῆ ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Ισραηλ καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν λέγει κύριος θεός
48:30 καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ
48:31 καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾽ ὀνόμασιν φυλῶν τοῦ Ισραηλ πύλαι τρεῖς πρὸς βορρᾶν πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία
48:32 καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι καὶ πύλαι τρεῖς πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία
48:33 καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ καὶ πύλαι τρεῖς πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία
48:34 καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ καὶ πύλαι τρεῖς πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία
48:35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες καὶ τὸ ὄνομα τῆς πόλεως ἀφ᾽ ἧς ἂν ἡμέρας γένηται ἔσται τὸ ὄνομα αὐτῆς


List of Articles
번호 분류 제목
48 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 01
47 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 02
46 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 03
45 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 04
44 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 05
43 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 06
42 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 07
41 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 08
40 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 09
39 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 10
38 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 11
37 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 12
36 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 13
35 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 14
34 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 15
33 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 16
32 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 17
31 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 18
30 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 19
29 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 20
28 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 21
27 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 22
26 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 23
25 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 24
24 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 25
23 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 26
22 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 27
21 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 28
20 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 29
19 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 30
18 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 31
17 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 32
16 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 33
15 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 34
14 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 35
13 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 36
12 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 37
11 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 38
10 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 39
9 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 40
8 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 41
7 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 42
6 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 43
5 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 44
4 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 45
3 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 46
2 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 47
» Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 48
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소