Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

38:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
38:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ καὶ προφήτευσον ἐπ᾽ αὐτὸν
38:3 καὶ εἰπὸν αὐτῷ τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ
38:4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγὴ πολλή πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι
38:5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες πάντες περικεφαλαίαις καὶ πέλταις
38:6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν οἶκος τοῦ Θεργαμα ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν καὶ ἔθνη πολλὰ μετὰ σοῦ
38:7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν
38:8 ἀφ᾽ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ᾽ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ισραηλ ἣ ἐγενήθη ἔρημος δι᾽ ὅλου καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν καὶ κατοικήσουσιν ἐπ᾽ εἰρήνης ἅπαντες
38:9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ
38:10 τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιῇ λογισμοὺς πονηροὺς
38:11 καὶ ἐρεῖς ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ᾽ εἰρήνης πάντας κατοικοῦντας γῆν ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς
38:12 προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη καὶ ἐπ᾽ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς
38:13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα
38:14 διὰ τοῦτο προφήτευσον υἱὲ ἀνθρώπου καὶ εἰπὸν τῷ Γωγ τάδε λέγει κύριος οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ᾽ εἰρήνης ἐγερθήσῃ
38:15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή
38:16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν
38:17 τάδε λέγει κύριος κύριος τῷ Γωγ σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ᾽ αὐτούς
38:18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου
38:19 καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ
38:20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται
38:21 καὶ καλέσω ἐπ᾽ αὐτὸν πᾶν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
38:22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ᾽ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ᾽ αὐτοῦ καὶ ἐπ᾽ ἔθνη πολλὰ μετ᾽ αὐτοῦ
38:23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος


List of Articles
번호 분류 제목
48 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 01
47 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 02
46 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 03
45 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 04
44 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 05
43 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 06
42 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 07
41 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 08
40 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 09
39 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 10
38 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 11
37 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 12
36 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 13
35 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 14
34 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 15
33 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 16
32 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 17
31 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 18
30 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 19
29 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 20
28 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 21
27 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 22
26 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 23
25 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 24
24 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 25
23 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 26
22 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 27
21 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 28
20 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 29
19 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 30
18 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 31
17 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 32
16 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 33
15 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 34
14 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 35
13 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 36
12 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 37
» Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 38
10 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 39
9 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 40
8 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 41
7 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 42
6 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 43
5 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 44
4 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 45
3 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 46
2 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 47
1 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 48
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소