Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

14:1 καὶ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου
14:2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
14:3 υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς
14:4 διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ
14:5 ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ᾽ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
14:6 διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν
14:7 διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ᾽ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ
14:8 καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
14:9 καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾽ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ
14:10 καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται
14:11 ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ᾽ ἐμοῦ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν λέγει κύριος
14:12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
14:13 υἱὲ ἀνθρώπου γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾽ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ᾽ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη
14:14 καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται λέγει κύριος
14:15 ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων
14:16 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι ζῶ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ᾽ ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον
14:17 ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τῆς γῆς καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
14:18 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται
14:19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ᾽ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
14:20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν
14:21 τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
14:22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ᾽ αὐτήν
14:23 καὶ παρακαλέσουσιν ὑμᾶς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ λέγει κύριος


List of Articles
번호 분류 제목
48 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 01
47 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 02
46 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 03
45 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 04
44 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 05
43 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 06
42 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 07
41 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 08
40 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 09
39 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 10
38 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 11
37 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 12
36 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 13
» Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 14
34 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 15
33 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 16
32 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 17
31 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 18
30 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 19
29 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 20
28 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 21
27 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 22
26 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 23
25 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 24
24 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 25
23 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 26
22 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 27
21 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 28
20 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 29
19 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 30
18 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 31
17 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 32
16 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 33
15 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 34
14 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 35
13 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 36
12 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 37
11 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 38
10 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 39
9 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 40
8 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 41
7 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 42
6 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 43
5 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 44
4 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 45
3 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 46
2 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 47
1 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 48
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소