Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 22:1 Καὶ ἔδειξέν μοι καθαρὸν ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
Rev 22:2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν
Rev 22:3 καὶ πᾶν κατανάθεμα οὐκ ἔσται ἔτι καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
Rev 22:4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
Rev 22:5 καὶ νὺξ οὐκ ἔσται ἐκει, καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος ὁ θεὸς φωτίζει αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Rev 22:6 Καὶ εἶπέν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ κύριος ὁ θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει
Rev 22:7 ἰδοὺ ἔρχομαι ταχύ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
Rev 22:8 καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων ταῦτα καὶ ἀκούων καὶ ὅτε ἤκουσα Καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα
Rev 22:9 καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού γὰρ εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον
Rev 22:10 καὶ λέγει μοι Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν
Rev 22:11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι
Rev 22:12 καὶ Ἰδοὺ ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἐσται.
Rev 22:13 ἐγὼ εἰμί τὸ Α καὶ τὸ Ὦ ἀρχὴ καὶ τέλος ὁ πρῶτος καὶ ὁ ἔσχατος
Rev 22:14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν
Rev 22:15 ἔξω δὲ οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος
Rev 22:16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος τοῦ Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός.
Rev 22:17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν Ἐλθε. καὶ ὁ ἀκούων εἰπάτω Ἐλθε. καὶ ὁ διψῶν ἐλθέτω· καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν
Rev 22:18 Συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιτιθῇ πρὸς ταὐτά, ἐπιθήσει ὁ θεὸς ἐπ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ
Rev 22:19 καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης ἀφαιρήσει ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ βίβλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ
Rev 22:20 Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί ἔρχομαι ταχύ Ἀμήν ναί, ἔρχου κύριε Ἰησοῦ
Rev 22:21 Ἡ χάρις τοῦ κυρίου ημῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.

List of Articles
번호 분류 제목
22 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01
21 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02
20 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03
19 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04
18 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05
17 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06
16 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07
15 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08
14 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09
13 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10
12 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11
11 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12
10 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13
9 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14
8 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15
7 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16
6 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17
5 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18
4 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19
3 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20
2 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21
» Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소