Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 7:1 Καὶ Μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον
Rev 7:2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
Rev 7:3 λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίζωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν
Rev 7:4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ρμδ χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
Rev 7:5 ἐκ φυλῆς Ἰούδα ιβ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν ιβ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γὰδ ιβ χιλιάδες εσφραγισμένοι·
Rev 7:6 ἐκ φυλῆς Ἀσὴρ ιβ χιλιάδες εσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλείμ ιβ χιλιάδες εσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ ιβ χιλιάδες εσφραγισμένοι·
Rev 7:7 ἐκ φυλῆς Συμεὼν ιβ χιλιάδες εσφραγισμένοι· ἐκ φυλῆς Λευὶ ιβ χιλιάδες εσφραγισμένοι· ἐκ φυλῆς Ἰσαχάρ ιβ χιλιάδες εσφραγισμένοι·
Rev 7:8 ἐκ φυλῆς Ζαβουλὼν ιβ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ἰωσὴφ ιβ χιλιάδες εσφραγισμένοι· ἐκ φυλῆς Βενιαμὶν ιβ χιλιάδες εσφραγισμένοι·
Rev 7:9 Μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένοι στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν
Rev 7:10 καὶ κράζοντες φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τοῦ θεοῦ ἡμῶν καὶ τῷ ἀρνίῳ
Rev 7:11 καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
Rev 7:12 λέγοντες Ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν
Rev 7:13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον
Rev 7:14 καὶ εἴρηκα αὐτῷ Κύριέ σὺ οἶδας καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου
Rev 7:15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ αὐτούς
Rev 7:16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα
Rev 7:17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν

List of Articles
번호 분류 제목
22 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01
21 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02
20 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03
19 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04
18 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05
17 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06
» Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07
15 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08
14 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09
13 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10
12 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11
11 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12
10 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13
9 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14
8 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15
7 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16
6 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17
5 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18
4 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19
3 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20
2 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21
1 Revelation Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소