Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 15:1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν
Rom 15:2 ἕκαστος γάρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
Rom 15:3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ ἐμέ
Rom 15:4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν
Rom 15:5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
Rom 15:6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Rom 15:7 Διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ
Rom 15:8 λέγω δὲ, Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
Rom 15:9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν καθὼς γέγραπται Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνοματί σου ψαλῶ
Rom 15:10 καὶ πάλιν λέγει Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
Rom 15:11 καὶ πάλιν Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί
Rom 15:12 καὶ πάλιν Ἠσαΐας λέγει Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσιν
Rom 15:13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου
Rom 15:14 Πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν
Rom 15:15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοί, ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
Rom 15:16 εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ
Rom 15:17 ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς θεόν·
Rom 15:18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
Rom 15:19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ
Rom 15:20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ ἀλλότριον θεμέλιον οἰκοδομῶ
Rom 15:21 ἀλλὰ καθὼς γέγραπται Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
Rom 15:22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
Rom 15:23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν
Rom 15:24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμας. καὶ ὑφ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ
Rom 15:25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις
Rom 15:26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ
Rom 15:27 εὐδόκησαν γάρ καὶ ὀφειλέται αὐτῶν· εἰσὶν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς
Rom 15:28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι ὑμῶν εἰς τὴν Σπανίαν·
Rom 15:29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι
Rom 15:30 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν
Rom 15:31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις
Rom 15:32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν
Rom 15:33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν

List of Articles
번호 분류 제목
16 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
15 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
14 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
13 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
12 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
11 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
10 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
9 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
8 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
7 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
6 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
5 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
4 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
3 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
» Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
1 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소