Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 14:1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν
Rom 14:2 ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει
Rom 14:3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο
Rom 14:4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ δυνατὸς γὰρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν
Rom 14:5 ὃς μὲν κρίνει ἡμέραν παρ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω
Rom 14:6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ· ὁ ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ
Rom 14:7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
Rom 14:8 ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τῷ κυρίῳ ἀποθνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τοῦ κυρίου ἐσμέν
Rom 14:9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
Rom 14:10 σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ.
Rom 14:11 γέγραπται γάρ Ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ
Rom 14:12 ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ
Rom 14:13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον
Rom 14:14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
Rom 14:15 εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν
Rom 14:16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν
Rom 14:17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
Rom 14:18 ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις
Rom 14:19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους
Rom 14:20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι
Rom 14:21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἤ ἀσθενεῖ.
Rom 14:22 σὺ πίστιν ἔχεις κατὰ σαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
Rom 14:23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν

List of Articles
번호 분류 제목
16 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
15 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
14 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
13 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
12 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
11 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
10 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
9 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
8 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
7 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
6 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
5 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
4 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
» Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
2 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
1 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소