Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 5:1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
Luk 5:2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα
Luk 5:3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν τοῦ Σίμωνος ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους
Luk 5:4 ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν
Luk 5:5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ, Ἐπιστάτα δι ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
Luk 5:6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν ἰχθύων πλῆθος πολύ διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν
Luk 5:7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά
Luk 5:8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν τοῦ Ἰησοῦ λέγων Ἔξελθε ἀπ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
Luk 5:9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ἥ συνέλαβον
Luk 5:10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν
Luk 5:11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ
Luk 5:12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· Καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων Κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
Luk 5:13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπὼν, Θέλω καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ αὐτοῦ
Luk 5:14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς
Luk 5:15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ· ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
Luk 5:16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος
Luk 5:17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
Luk 5:18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ
Luk 5:19 καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ
Luk 5:20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ, Ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
Luk 5:21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ θεός
Luk 5:22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
Luk 5:23 τί ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπεῖν Ἔγειραι καὶ περιπάτει
Luk 5:24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παραλελυμένῳ Σοὶ λέγω ἔγειραι, καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου
Luk 5:25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν ἄρας ἐφ ᾧ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν
Luk 5:26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον
Luk 5:27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ Ἀκολούθει μοι
Luk 5:28 καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ
Luk 5:29 Καὶ ἐποίησεν δοχὴν μεγάλην ὁ Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ αὐτῶν κατακείμενοι
Luk 5:30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε
Luk 5:31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες·
Luk 5:32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
Luk 5:33 Οἱ δὲ εἶπον πρὸς αὐτόν διά τί Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν
Luk 5:34 ὁ δὲ εἶπεν πρὸς αὐτούς Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν
Luk 5:35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις
Luk 5:36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίζει καὶ τῷ παλαιῷ οὐ συμφωνει ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ
Luk 5:37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
Luk 5:38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον καὶ ἀμφότεροι συντηροῦνται.
Luk 5:39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ Ὁ παλαιὸς χρηστότερός ἐστιν

List of Articles
번호 분류 제목
260 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
259 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
258 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
257 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
256 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
255 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
254 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
253 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
252 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
251 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
250 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
249 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
248 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
247 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
246 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
245 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
244 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
243 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
242 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
241 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
240 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
239 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
238 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
237 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
236 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
235 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
234 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
233 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
232 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
231 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
230 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
229 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
228 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
227 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
226 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
225 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
224 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
223 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
222 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
221 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
220 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
219 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
218 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
217 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
216 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
215 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
214 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
213 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
211 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
210 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
209 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
208 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
207 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
206 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
205 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
204 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
203 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
202 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
201 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
200 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
199 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
198 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
197 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
196 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
195 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소