Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 1:1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων
Luk 1:2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου
Luk 1:3 ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι κράτιστε Θεόφιλε
Luk 1:4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν
Luk 1:5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ
Luk 1:6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι
Luk 1:7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν
Luk 1:8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ
Luk 1:9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου
Luk 1:10 καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος
Luk 1:11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος
Luk 1:12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ αὐτόν
Luk 1:13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος Μὴ φοβοῦ Ζαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην
Luk 1:14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται
Luk 1:15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ
Luk 1:16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν
Luk 1:17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον
Luk 1:18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον Κατὰ τί γνώσομαι τοῦτο ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς
Luk 1:19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
Luk 1:20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα ἀνθ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν
Luk 1:21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ
Luk 1:22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός
Luk 1:23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
Luk 1:24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
Luk 1:25 ὅτι Οὕτως μοι πεποίηκεν ὁ κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις
Luk 1:26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲτ
Luk 1:27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαβίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ
Luk 1:28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν Χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ εὐλογημένη σὺ ἐν γυναιξίν.
Luk 1:29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος
Luk 1:30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ Μὴ φοβοῦ Μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ
Luk 1:31 καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
Luk 1:32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ
Luk 1:33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος
Luk 1:34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω
Luk 1:35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ
Luk 1:36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνείληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
Luk 1:37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα
Luk 1:38 εἶπεν δὲ Μαριάμ Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ αὐτῆς ὁ ἄγγελος
Luk 1:39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
Luk 1:40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ
Luk 1:41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ
Luk 1:42 καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου
Luk 1:43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς μέ;
Luk 1:44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου
Luk 1:45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου
Luk 1:46 Καὶ εἶπεν Μαριάμ Μεγαλύνει ἥ ψυχή μου τόν κύριόν
Luk 1:47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
Luk 1:48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
Luk 1:49 ὅτι ἐποίησέν μοι μεγάλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
Luk 1:50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν
Luk 1:51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
Luk 1:52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς
Luk 1:53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς
Luk 1:54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους
Luk 1:55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα
Luk 1:56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς
Luk 1:57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν καὶ ἐγέννησεν υἱόν
Luk 1:58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ αὐτῆς καὶ συνέχαιρον αὐτῇ
Luk 1:59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν
Luk 1:60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν Οὐχί ἀλλὰ κληθήσεται Ἰωάννης
Luk 1:61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενεία σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ
Luk 1:62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.
Luk 1:63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ καὶ ἐθαύμασαν πάντες
Luk 1:64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν
Luk 1:65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα
Luk 1:66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται καὶ χεὶρ κυρίου ἦν μετ αὐτοῦ
Luk 1:67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ Προεφήτευσεν λέγων
Luk 1:68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
Luk 1:69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ
Luk 1:70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ αἰῶνος προφητῶν αὐτοῦ
Luk 1:71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς
Luk 1:72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
Luk 1:73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν
Luk 1:74 τοῦ δοῦναί ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ
Luk 1:75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τὴς ζωῆς ἡμῶν
Luk 1:76 Καὶ σὺ παιδίον προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
Luk 1:77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
Luk 1:78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
Luk 1:79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης
Luk 1:80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ

List of Articles
번호 분류 제목
260 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
259 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
258 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
257 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
256 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
255 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
254 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
253 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
252 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
251 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
250 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
249 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
248 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
247 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
246 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
245 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
244 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
243 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
242 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
241 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
240 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
239 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
238 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
237 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
236 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
235 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
234 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
233 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
232 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
231 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
230 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
229 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
228 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
227 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
226 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
225 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
224 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
223 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
222 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
221 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
220 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
219 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
218 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
217 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
215 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
214 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
213 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
212 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
211 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
210 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
209 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
208 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
207 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
206 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
205 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
204 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
203 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
202 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
201 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
200 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
199 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
198 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 19
197 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 20
196 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 21
195 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소