Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 11:1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλήμ εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Mar 11:2 καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν λύσαντες αὐτὸν ἀγάγετε.
Mar 11:3 καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὲως αὐτὸν ἀποστελεῖ ὧδε
Mar 11:4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
Mar 11:5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον
Mar 11:6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
Mar 11:7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ αὐτῷ
Mar 11:8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν·
Mar 11:9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
Mar 11:10 Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου, τοῦ πατρὸς ἡμῶν Δαβίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Mar 11:11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα
Mar 11:12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν
Mar 11:13 καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων
Mar 11:14 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
Mar 11:15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Mar 11:16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
Mar 11:17 καὶ ἐδίδασκεν λέγων αὐτοῖς Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν
Mar 11:18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
Mar 11:19 Καὶ ὅτε ὀψὲ ἐγένετο ἐξεπορεύετο ἔξω τῆς πόλεως
Mar 11:20 Καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
Mar 11:21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ Ῥαββί ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται
Mar 11:22 καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ
Mar 11:23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγεῖ γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ
Mar 11:24 διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε πιστεύετε ὅτι λαμβάνετέ καὶ ἔσται ὑμῖν
Mar 11:25 καὶ ὅταν στήκητε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
Mar 11:26 εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν.
Mar 11:27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Mar 11:28 καὶ λεγουσιν αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς
Mar 11:29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Mar 11:30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι
Mar 11:31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Mar 11:32 ἀλλ᾽ ἐὰν εἴπωμεν Ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν λαόν. ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντως προφήτης ἦν
Mar 11:33 καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ Οὐκ οἴδαμεν καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

Articles

1 2 3 4