Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 20:1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:2 συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
Mat 20:3 καὶ ἐξελθὼν περὶ τήν τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
Mat 20:4 κἀκείνοις εἶπεν Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν οἵ δέ ἀπῆλθόν
Mat 20:5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐννάτην ὥραν ἐποίησεν ὡσαύτως
Mat 20:6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
Mat 20:7 λέγουσιν αὐτῷ Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὁ ἐάν ἥ δίκαιόν λήψεσθε
Mat 20:8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
Mat 20:9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
Mat 20:10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοί ἀνὰ δηνάριον
Mat 20:11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Mat 20:12 λέγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
Mat 20:13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν Ἑταῖρε οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι
Mat 20:14 ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
Mat 20:15 ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
Mat 20:16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι πολλοὶ γὰρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Mat 20:17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς
Mat 20:18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
Mat 20:19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Mat 20:20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ
Mat 20:21 ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου
Mat 20:22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν καὶ τὸ βάπτισμα ὁ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ Δυνάμεθα
Mat 20:23 καὶ λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
Mat 20:24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
Mat 20:25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
Mat 20:26 οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔστω ὑμῶν διάκονος
Mat 20:27 καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔστω ὑμῶν δοῦλος·
Mat 20:28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
Mat 20:29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
Mat 20:30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες Ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαβίδ.
Mat 20:31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες Ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαβίδ.
Mat 20:32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν
Mat 20:33 λέγουσιν αὐτῷ Κύριε ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοὶ
Mat 20:34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν, οἱ ὀφθαλμοὶ, καὶ ἠκολούθησαν αὐτῷ

Articles

1 2 3 4