6:1 πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς πατάξει καὶ μοτώσει ἡμᾶς
6:2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
6:3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ
6:4 τί σοι ποιήσω Εφραιμ τί σοι ποιήσω Ιουδα τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη
6:5 διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται
6:6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα
6:7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην ἐκεῖ κατεφρόνησέν μου
6:8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ
6:9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου ἐφόνευσαν Σικιμα ὅτι ἀνομίαν ἐποίησαν
6:10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Εφραιμ ἐμιάνθη Ισραηλ καὶ Ιουδα
6:11 ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου
| 번호 | 분류 | 제목 |
|---|---|---|
| 14 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 01 |
| 13 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 02 |
| 12 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 03 |
| 11 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 04 |
| 10 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 05 |
| » | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 06 |
| 8 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 07 |
| 7 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 08 |
| 6 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 09 |
| 5 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 10 |
| 4 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 11 |
| 3 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 12 |
| 2 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 13 |
| 1 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 14 |
Previous
List