3:1 καὶ εἶπεν κύριος πρός με ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων
3:2 καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθῶν καὶ νεβελ οἴνου
3:3 καὶ εἶπα πρὸς αὐτήν ἡμέρας πολλὰς καθήσῃ ἐπ᾽ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ καὶ ἐγὼ ἐπὶ σοί
3:4 διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων
3:5 καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν
| 번호 | 분류 | 제목 |
|---|---|---|
| 14 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 01 |
| 13 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 02 |
| » | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 03 |
| 11 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 04 |
| 10 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 05 |
| 9 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 06 |
| 8 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 07 |
| 7 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 08 |
| 6 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 09 |
| 5 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 10 |
| 4 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 11 |
| 3 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 12 |
| 2 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 13 |
| 1 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 14 |
Previous
List