Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 καὶ Αζαριας υἱὸς Ωδηδ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου
15:2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν ἀκούσατέ μου Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν κύριος μεθ᾽ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ᾽ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμῖν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμᾶς
15:3 καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ
15:4 καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ καὶ εὑρεθήσεται αὐτοῖς
15:5 καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας
15:6 καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει
15:7 καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν
15:8 καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου
15:9 καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ᾽ αὐτοῦ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ
15:10 καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα
15:11 καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων ὧν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια
15:12 καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς
15:13 καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον θεὸν Ισραηλ ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός
15:14 καὶ ὤμοσαν ἐν τῷ κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις
15:15 καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν
15:16 καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων
15:17 πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ ἀλλ᾽ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ
15:18 καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ ἀργύριον καὶ χρυσίον καὶ σκεύη
15:19 καὶ πόλεμος οὐκ ἦν μετ᾽ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα


List of Articles
번호 분류 제목
36 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 01
35 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 02
34 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 03
33 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 04
32 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 05
31 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 06
30 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 07
29 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 08
28 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 09
27 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 10
26 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 11
25 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 12
24 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 13
23 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
» 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 15
21 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 16
20 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 17
19 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 18
18 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
17 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 20
16 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 21
15 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 22
14 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 23
13 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 24
12 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 25
11 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 26
10 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 27
9 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 28
8 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 29
7 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 30
6 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 31
5 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 32
4 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 33
3 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 34
2 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 35
1 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 36
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소