Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

12:1 καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ
12:2 καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου
12:3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ᾽ αὐτοῦ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες
12:4 καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ
12:5 καὶ Σαμαιας ὁ προφήτης ἦλθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος ὑμεῖς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ
12:6 καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν δίκαιος ὁ κύριος
12:7 καὶ ἐν τῷ ἰδεῖν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερῶ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ιερουσαλημ
12:8 ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς
12:9 καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμων
12:10 καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκοῦς ἀντ᾽ αὐτῶν καὶ κατέστησεν ἐπ᾽ αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως
12:11 καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων
12:12 καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ᾽ αὐτοῦ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαθοί
12:13 καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τῇ πόλει ᾗ ἐξελέξατο κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ισραηλ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμα ἡ Αμμανῖτις
12:14 καὶ ἐποίησεν τὸ πονηρόν ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον
12:15 καὶ λόγοι Ροβοαμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαια τοῦ προφήτου καὶ Αδδω τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας
12:16 καὶ ἀπέθανεν Ροβοαμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβια υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ


List of Articles
번호 분류 제목
36 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 01
35 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 02
34 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 03
33 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 04
32 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 05
31 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 06
30 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 07
29 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 08
28 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 09
27 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 10
26 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 11
» 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 12
24 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 13
23 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
22 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 15
21 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 16
20 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 17
19 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 18
18 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
17 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 20
16 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 21
15 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 22
14 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 23
13 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 24
12 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 25
11 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 26
10 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 27
9 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 28
8 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 29
7 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 30
6 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 31
5 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 32
4 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 33
3 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 34
2 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 35
1 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 36
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소