Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

8:1 καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ
8:2 καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιραμ τῷ Σαλωμων ᾠκοδόμησεν αὐτὰς Σαλωμων καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ισραηλ
8:3 καὶ ἦλθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν
8:4 καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ᾠκοδόμησεν ἐν Ημαθ
8:5 καὶ ᾠκοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί
8:6 καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμων καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ
8:7 πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ τοῦ Ισραηλ
8:8 ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ᾽ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης
8:9 καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων
8:10 καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμων πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ
8:11 καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ ὅτι εἶπεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ τοῦ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς κυρίου
8:12 τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ
8:13 καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν
8:14 καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ
8:15 οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς
8:16 καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ᾽ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμων τὸν οἶκον κυρίου
8:17 τότε ᾤχετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γῇ Ιδουμαίᾳ
8:18 καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμων


List of Articles
번호 분류 제목
36 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 01
35 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 02
34 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 03
33 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 04
32 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 05
31 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 06
30 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 07
» 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 08
28 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 09
27 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 10
26 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 11
25 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 12
24 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 13
23 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
22 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 15
21 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 16
20 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 17
19 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 18
18 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
17 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 20
16 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 21
15 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 22
14 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 23
13 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 24
12 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 25
11 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 26
10 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 27
9 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 28
8 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 29
7 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 30
6 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 31
5 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 32
4 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 33
3 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 34
2 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 35
1 2 Chronicles Greek LXX(Rahlps), 2 Chronicles, Chapter 36
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소