Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 28:1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸂Μαρία⸃ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
Mat 28:2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
Mat 28:3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
Mat 28:4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.
Mat 28:5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
Mat 28:6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·
Mat 28:7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ ⸂εἶπον⸃ ὑμῖν.
Mat 28:8 καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
Mat 28:9 καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
Mat 28:10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
Mat 28:11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
Mat 28:12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
Mat 28:13 λέγοντες Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων·
Mat 28:14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸂ἐπὶ⸃ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
Mat 28:15 οἱ δὲ λαβόντες⸆ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ ⸂διεφημίσθη⸃ ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας].
Mat 28:16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
Mat 28:17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
Mat 28:18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [τῆς] γῆς·
Mat 28:19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, ⸂βαπτίζοντες⸃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
Mat 28:20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.

List of Articles
번호 분류 제목
28 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
27 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
26 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
25 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
24 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
23 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
22 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
21 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
20 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
19 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
18 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
17 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
16 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
15 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
14 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
13 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
12 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
11 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
10 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
9 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
8 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
7 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
6 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
5 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
4 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
3 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
2 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
» Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소