Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 18:1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ κέδρου, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
Joh 18:2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
Joh 18:3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Joh 18:4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς· τίνα ζητεῖτε;
Joh 18:5 ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς Ἰησοῦς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
Joh 18:6 ὡς οὖν εἶπεν αὐτοῖς· ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
Joh 18:7 πάλιν οὖν αὐτούς ἐπηρώτησεν· τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.
Joh 18:8 ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.
Joh 18:9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
Joh 18:10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Joh 18:11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
Joh 18:12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
Joh 18:13 καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
Joh 18:14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
Joh 18:15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
Joh 18:16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον.
Joh 18:17 λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
Joh 18:18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
Joh 18:19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
Joh 18:20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς· ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Joh 18:21 τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
Joh 18:22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
Joh 18:23 ἀπεκρίθη αὐτῷ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
Joh 18:24 ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Joh 18:25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
Joh 18:26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
Joh 18:27 πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Joh 18:28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.
Joh 18:29 ἐξῆλθεν οὖν ὁ Πειλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν· τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτου;
Joh 18:30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Joh 18:31 εἶπεν οὖν αὐτοῖς ὁ Πειλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα.
Joh 18:32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
Joh 18:33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πειλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Joh 18:34 ἀπεκρίθη Ἰησοῦς· ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπόν περὶ ἐμοῦ;
Joh 18:35 ἀπεκρίθη ὁ Πειλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
Joh 18:36 ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Joh 18:37 εἶπεν οὖν αὐτῷ ὁ Πειλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς· σὺ λέγεις, ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
Joh 18:38 λέγει αὐτῷ ὁ Πειλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Joh 18:39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
Joh 18:40 ἐκραύγασαν οὖν πάλιν λέγοντες· μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

List of Articles
번호 분류 제목
194 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
193 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
192 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
191 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
190 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
189 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
188 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
187 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
186 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
185 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
184 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
183 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
182 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
181 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
180 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
179 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
178 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
177 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
176 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
» John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
174 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
173 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
172 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
171 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
170 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
169 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
168 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
167 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
166 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
165 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
164 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
163 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
162 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
161 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
160 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
159 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
158 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
157 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
156 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
155 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
154 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
153 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
152 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
151 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
150 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
149 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
148 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
147 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
146 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
145 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
144 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
143 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
142 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
141 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
140 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
139 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
138 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
137 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
136 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
135 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
134 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
133 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
132 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 12
131 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 13
130 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 14
129 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소