Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 06

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Heb 6:1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν
Heb 6:2 βαπτισμῶν διδαχῆς ἐπιθέσεώς τε χειρῶν ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου
Heb 6:3 καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός
Heb 6:4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
Heb 6:5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος
Heb 6:6 καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας
Heb 6:7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι οὓς καὶ γεωργεῖται μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
Heb 6:8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς ἡς τὸ τέλος εἰς καῦσιν
Heb 6:9 Πεπείσμεθα δὲ περὶ ὑμῶν ἀγαπητοί τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας εἰ καὶ οὕτως λαλοῦμεν
Heb 6:10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἡς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες
Heb 6:11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους
Heb 6:12 ἵνα μὴ νωθροὶ γένησθε μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας
Heb 6:13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός ἐπεὶ κατ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι ὤμοσεν καθ ἑαυτοῦ
Heb 6:14 λέγων =Η μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
Heb 6:15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας
Heb 6:16 ἄνθρωποι μεν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
Heb 6:17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ
Heb 6:18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
Heb 6:19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος
Heb 6:20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα

Articles

1 2 3 4