Php 4:1 Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίῳ ἀγαπητοί
Php 4:2 εὐωδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ
Php 4:3 καὶ ἐρωτῶ καὶ σέ σύζυγε γνήσιε συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
Php 4:4 Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε
Php 4:5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις ὁ κύριος ἐγγύς
Php 4:6 μηδὲν μεριμνᾶτε ἀλλ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν
Php 4:7 καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
Php 4:8 Τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε·
Php 4:9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ ὑμῶν
Php 4:10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
Php 4:11 οὐχ ὅτι καθ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
Php 4:12 οἶδα δὲ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Php 4:13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
Php 4:14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει
Php 4:15 Οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι
Php 4:16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
Php 4:17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
Php 4:18 ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ
Php 4:19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
Php 4:20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Php 4:21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
Php 4:22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
Php 4:23 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμην. [πρός Φιλιππησίους ἐγράφη ἀπό Ῥώμης δι᾽] Ἐπαφροδίτου

Previous
List