Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Co 9:1 Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ
1Co 9:2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγίς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ
1Co 9:3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν αὕτη ἐστιν
1Co 9:4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν
1Co 9:5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς
1Co 9:6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι
1Co 9:7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει
1Co 9:8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει
1Co 9:9 ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώσεις βοῦν ἀλοῶντα μὴ τῶν βοῶν μέλει τῷ θεῷ
1Co 9:10 ἢ δι ἡμᾶς πάντως λέγει δι ἡμᾶς γὰρ ἐγράφη ὅτι ἐπ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ ἐλπίδι
1Co 9:11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν
1Co 9:12 εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν οὐ μᾶλλον ἡμεῖς Ἀλλ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μή ἐγκοπὴν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
1Co 9:13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται
1Co 9:14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν
1Co 9:15 ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ τὸ καύχημά μου ἵνα τις κενώσῃ.
1Co 9:16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι,
1Co 9:17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι·
1Co 9:18 τίς οὖν μοί ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μού ἐν τῷ εὐαγγελίῳ
1Co 9:19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω·
1Co 9:20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
1Co 9:21 τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεῷ ἀλλ ἔννομος Χριστῷ ἵνα κερδήσω ἀνόμους·
1Co 9:22 ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα τὰ πάντα ἵνα πάντως τινὰς σώσω
1Co 9:23 τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι
1Co 9:24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε
1Co 9:25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον
1Co 9:26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
1Co 9:27 ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μήπως, ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι

List of Articles
번호 분류 제목
16 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 01
15 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 02
14 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 03
13 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 04
12 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 05
11 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 06
10 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 07
9 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 08
» 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 09
7 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 10
6 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 11
5 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 12
4 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 13
3 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 14
2 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 15
1 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소