Rom 12:1 Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν·
Rom 12:2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον
Rom 12:3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως
Rom 12:4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν
Rom 12:5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ ὁ δὲ καθ εἷς ἀλλήλων μέλη
Rom 12:6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως
Rom 12:7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ
Rom 12:8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει· ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι
Rom 12:9 Ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ
Rom 12:10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προηγούμενοι
Rom 12:11 τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύματι ζέοντες τῷ καιρῷ δουλεύοντες
Rom 12:12 τῇ ἐλπίδι χαίροντες τῇ θλίψει ὑπομένοντες τῇ προσευχῇ προσκαρτεροῦντες
Rom 12:13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες
Rom 12:14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε
Rom 12:15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων
Rom 12:16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ ἑαυτοῖς
Rom 12:17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
Rom 12:18 εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
Rom 12:19 μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ Ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος
Rom 12:20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν· ἐὰν διψᾷ πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
Rom 12:21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν

Previous
List