Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 25:1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας
Act 25:2 ἐνεφάνισάν δὲ αὐτῷ ὁ ἀρχιερεύς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν
Act 25:3 αἰτούμενοι χάριν κατ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν
Act 25:4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
Act 25:5 Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν φησίν συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτω κατηγορείτωσαν αὐτοῦ
Act 25:6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα καταβὰς εἰς Καισάρειαν τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι
Act 25:7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παῦλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι
Act 25:8 ἀπολογουμένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον
Act 25:9 ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ ἐμοῦ
Act 25:10 εἶπεν δὲ ὁ Παῦλος Ἐπὶ τοῦ βήματος Καίσαρός ἑστώς εἰμι οὗ με δεῖ κρίνεσθαι Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις
Act 25:11 εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι
Act 25:12 τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπικέκλησαι ἐπὶ Καίσαρα πορεύσῃ
Act 25:13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον
Act 25:14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος
Act 25:15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ αὐτοῦ δίκην.
Act 25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος
Act 25:17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
Act 25:18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγὼ
Act 25:19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν
Act 25:20 ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτου ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἰερουσαλήμ κἀκεῖ κρίνεσθαι περὶ τούτων
Act 25:21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα
Act 25:22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι ὁ δὲ Αὔριον φησίν ἀκούσῃ αὐτοῦ
Act 25:23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ ἐξοχὴν οὖσιν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος
Act 25:24 καί φησιν ὁ Φῆστος Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι
Act 25:25 ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν αὐτὸν
Act 25:26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω διὸ προήγαγον αὐτὸν ἐφ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ βασιλεῦ Ἀγρίππα ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψαι
Act 25:27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ αὐτοῦ αἰτίας σημᾶναι

List of Articles
번호 분류 제목
28 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
27 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
26 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
25 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
24 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
23 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
22 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
21 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
20 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
19 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
18 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
17 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
16 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
15 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
14 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
13 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
12 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
11 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
10 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
9 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
8 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
7 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
6 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
5 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
» Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
3 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
2 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
1 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소