Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 6:1 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσίν
Luk 6:2 τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τοῖς σάββασιν
Luk 6:3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαβὶδ, ὅποτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ αὐτοῦ ὄντες
Luk 6:4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετ αὐτοῦ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς
Luk 6:5 καὶ ἔλεγεν αὐτοῖς ὅτι Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
Luk 6:6 Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἦν ἐκεῖ ἄνθρωπος καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά
Luk 6:7 παρετήρουν δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ
Luk 6:8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειραι; καὶ στῆθι εἰς τὸ μέσον· ὁ δὲ ἀναστὰς ἔστη
Luk 6:9 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτήσω ὑμᾶς τί ἔξεστιν τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀπολέσαι
Luk 6:10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
Luk 6:11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ
Luk 6:12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξηλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ
Luk 6:13 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ καὶ ἐκλεξάμενος ἀπ αὐτῶν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν
Luk 6:14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ Ἰάκωβον καὶ Ἰωάννην Φίλιππον καὶ Βαρθολομαῖον
Luk 6:15 Ματθαῖον καὶ Θωμᾶν Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν
Luk 6:16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης
Luk 6:17 Καὶ καταβὰς μετ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος οἵ ἦλθον ἀκοῦσαί αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,
Luk 6:18 καὶ οἳ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο
Luk 6:19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας
Luk 6:20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν Μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
Luk 6:21 μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε
Luk 6:22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Luk 6:23 χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν
Luk 6:24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν
Luk 6:25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε οὐαί ὑμῖν, οἱ γελῶντες νῦν ὅτι πενθήσετε καὶ κλαύσετε
Luk 6:26 οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν
Luk 6:27 ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς
Luk 6:28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς
Luk 6:29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς
Luk 6:30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει
Luk 6:31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως
Luk 6:32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν
Luk 6:33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν
Luk 6:34 καὶ ἐὰν δανείζητε παρ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα
Luk 6:35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς καὶ ἔσεσθε υἱοὶ τοῦ ὑψίστου ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς
Luk 6:36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν
Luk 6:37 Καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθῆτε ἀπολύετε καὶ ἀπολυθήσεσθε·
Luk 6:38 δίδοτε καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν
Luk 6:39 Εἶπεν δὲ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
Luk 6:40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον· αὐτοῦ κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ·
Luk 6:41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς
Luk 6:42 ἤ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου Ἀδελφέ ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων ὑποκριτά ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου
Luk 6:43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
Luk 6:44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλὴν
Luk 6:45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὑτοῦ
Luk 6:46 Τί δέ με καλεῖτε Κύριε κύριε καὶ οὐ ποιεῖτε ἃ λέγω
Luk 6:47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
Luk 6:48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν·
Luk 6:49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου ᾗ προσέρρηξεν ὁ ποταμός καὶ εὐθὲως ἔπεσεν καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα

List of Articles
번호 분류 제목
62 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 18
61 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 17
60 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 16
59 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 15
58 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 14
57 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 13
56 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 12
55 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 11
54 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 10
53 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 09
52 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 08
51 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 07
» Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 06
49 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 05
48 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 04
47 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 03
46 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 02
45 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 01
44 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
43 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
42 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
41 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
40 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
39 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
38 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
37 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
36 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
35 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
34 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
33 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
32 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
31 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
30 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
29 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
28 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
27 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
26 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
25 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
24 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
23 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
22 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
21 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
20 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
19 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
18 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
17 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
16 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
15 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
14 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
13 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
12 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
11 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
10 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
9 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
8 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
7 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
6 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
5 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
4 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
3 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
2 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
1 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소