Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 18:1 Καὶ μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
Rev 18:2 καὶ ἔκραξεν ἐν ἰσχύϊ, φωνῇ μεγάλῃ, λέγων, Ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου.
Rev 18:3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκε πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Rev 18:4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Ἐξέλθετε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς·
Rev 18:5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
Rev 18:6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν.
Rev 18:7 ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος· ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.
Rev 18:8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνων αὐτήν.
Rev 18:9 καὶ κλαύσονται αὐτήν, καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
Rev 18:10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
Rev 18:11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσι καὶ πενθοῦσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι·
Rev 18:12 γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαρίτου, καὶ βύσσου, καὶ πορφύρας, καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου·
Rev 18:13 καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα· καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων· καὶ ψυχὰς ἀνθρώπων.
Rev 18:14 καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσῃς αὐτά.
Rev 18:15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,
Rev 18:16 καὶ λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
Rev 18:17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων ὁ ὅμιλος, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
Rev 18:18 καὶ ἔκραζον, ὁρῶντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
Rev 18:19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
Rev 18:20 εὐφραίνου ἐπ᾽ αὐτήν, οὐρανέ, καὶ οἱ ἅγιοι ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
Rev 18:21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
Rev 18:22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
Rev 18:23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
Rev 18:24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

List of Articles
번호 분류 제목
62 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 03
61 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 04
60 Titus Edition of Scrivener's, Titus, Chapter 01
59 Titus Edition of Scrivener's, Titus, Chapter 02
58 Titus Edition of Scrivener's, Titus, Chapter 03
57 Philemon Edition of Scrivener's, Philemon, Chapter 01
56 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 01
55 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 02
54 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 03
53 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 04
52 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 05
51 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 06
50 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 07
49 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 08
48 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 09
47 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 10
46 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 11
45 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 12
44 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 13
43 James Edition of Scrivener's, James, Chapter 01
42 James Edition of Scrivener's, James, Chapter 02
41 James Edition of Scrivener's, James, Chapter 03
40 James Edition of Scrivener's, James, Chapter 04
39 James Edition of Scrivener's, James, Chapter 05
38 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 01
37 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 02
36 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 03
35 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 04
34 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 05
33 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 01
32 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 02
31 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 03
30 1 John Edition of Scrivener's, 1 John, Chapter 01
29 1 John Edition of Scrivener's, 1 John, Chapter 02
28 1 John Edition of Scrivener's, 1 John, Chapter 03
27 1 John Edition of Scrivener's, 1 John, Chapter 04
26 1 John Edition of Scrivener's, 1 John, Chapter 05
25 2 John Edition of Scrivener's, 2 John, Chapter 01
24 3 John Edition of Scrivener's, 3 John, Chapter 01
23 Jude Edition of Scrivener's, Jude, Chapter 01
22 Revelation Edition of Scrivener's, Revelation, Chapter 01
21 Revelation Edition of Scrivener's, Revelation, Chapter 02
20 Revelation Edition of Scrivener's, Revelation, Chapter 03
19 Revelation Edition of Scrivener's, Revelation, Chapter 04
18 Revelation Edition of Scrivener's, Revelation, Chapter 05
17 Revelation Edition of Scrivener's, Revelation, Chapter 06
16 Revelation Edition of Scrivener's, Revelation, Chapter 07
15 Revelation Edition of Scrivener's, Revelation, Chapter 08
14 Revelation Edition of Scrivener's, Revelation, Chapter 09
13 Revelation Edition of Scrivener's, Revelation, Chapter 10
12 Revelation Edition of Scrivener's, Revelation, Chapter 11
11 Revelation Edition of Scrivener's, Revelation, Chapter 12
10 Revelation Edition of Scrivener's, Revelation, Chapter 13
9 Revelation Edition of Scrivener's, Revelation, Chapter 14
8 Revelation Edition of Scrivener's, Revelation, Chapter 15
7 Revelation Edition of Scrivener's, Revelation, Chapter 16
6 Revelation Edition of Scrivener's, Revelation, Chapter 17
» Revelation Edition of Scrivener's, Revelation, Chapter 18
4 Revelation Edition of Scrivener's, Revelation, Chapter 19
3 Revelation Edition of Scrivener's, Revelation, Chapter 20
2 Revelation Edition of Scrivener's, Revelation, Chapter 21
1 Revelation Edition of Scrivener's, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소